TLG 0746 001 :: THEOPHILUS Protospatharius et STEPHANUS Atheniensis :: De febrium differentia

THEOPHILUS Protospatharius et STEPHANUS Atheniensis Med.
(p. A.D. 9/10)

Cf. et STEPHANUS Med. et Phil. (0724)
Cf. et THEOPHILUS Protospatharius Med. (0729)
Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728)

De febrium differentia

Source: Sicurus, D. (ed.), Theophili et Stephani Atheniensis de febrium differentia ex Hippocrate et Galeno. Florence: Bengini, 1862: 5–46.

Cf. et PALLADIUS Med. (0726 002)

Citation: Page — (line)

5

(1t)

ΘΕΟΦΙΛΟΥ ΚΑΙ ΣΤΕΦΑΝΟΥ
2tΠΕΡΙ ΤΗΣ ΤΩΝ ΠΥΡΕΤΩΝ ΔΙΑΦΟΡΑΣ ΕΚ ΤΕ
3tΙΠΠΟΚΡΑΤΗΣ ΚΑΙ ΓΑΛΗΝΟΥ (α)
4t— — —
5 ΣΚΟΠΟΝ ἔχομεν ἐν τῷ παρόντι συγγράμματι περὶ τῆς τῶν πυρετῶν διαφορᾶς σύντομον ἐκθέσθαι παράδοσιν, καὶ πρῶτον εἰπεῖν τὴν οὐσίαν τῶν πυρετῶν, καὶ τὰς διαφορὰς αὐτῶν, τάς τε οὐσιώδεις καὶ ἐπουσιώδεις, τάς τε γενικωτέρας καὶ εἰδικωτέ‐ ρας· εἶτα τὰς αἰτίας αὐτῶν καὶ τὰς σημειώσεις· ἀλλὰ πρῶτον
10τί ἐστι διαφορά. Διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ δια‐ φερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τι ἔστι κατηγορούμενον. Πο‐ σαχῶς ἡ διαφορά. Τριχῶς. Κοινῶς, ἰδίως, καὶ ἰδιαίτατα.
13t(αʹ.) Τίς ὁ σκοπὸς τῆς ὅλης πραγματείας καὶ πόσοι
14tθεραπευτικοὶ σκοποί.
15 Τέσσαρες εἰσὶ θεραπευτικοὶ σκοποί· ὁ ἀπὸ τοῦ ποσοῦ, καὶ τοῦ ποιοῦ, καὶ τοῦ καιροῦ, καὶ τοῦ τρόπου τῆς χρή‐ σεως. Ποσαχῶς ἡ ἔνδειξις τῶν θεραπευτικῶν σκοπῶν; Πεντα‐ χῶς. Πρώτη μὲν ἔνδειξις, ἡ ἀπὸ τῆς τοῦ πεπονθότος τόπου κράσεως ἐστὶ, τὸ μέτρον ὁρίζουσα τοῦ θερμαίνειν, ἢ ψύχειν,
20ἢ ξηραίνειν, ἢ ὑγραίνειν, ἢ κατὰ συζυγίαν πράττειν αὐτά· δευτέρα δὲ, τοῦ κοινὸν εἶναι τὸ ἔργον ἅπασι τοῖς τοῦ ζώου μορίοις, ἢ κοινὴν τὴν δύναμιν εἶναι χορηγεῖν· τρίτη ἡ παρὰ τὴν διάπλασιν αὐτοῦ· τετάρτη ἡ παρὰ τὴν θέσιν, ἧς μέρος ἐστὶν, ἡ πρὸς τὰ πλησιάζοντα τοῦ ζώου μόρια κοινωνία· καὶ πρὸς
25τούτοις ἅπασιν ἡ τοῦ τῆς αἰσθήσεως ποσοῦ.5

6

(1t)

(βʹ.) Τί ἐστι πυρετός.
2 Πυρετὸς τοίνυν ἐστι θερμασία παρὰ φύσιν ἀπὸ καρδίας ἀρχομένη καὶ διὰ τῶν ἀρτηριῶν ἐπὶ πᾶν τὸ σῶμα ἡπλω‐ μένη, καὶ αἰσθητῶς βλάπτουσα τὴν ἐνέργειαν τοῦ σώματος.
5Δύο γὰρ ὄργανα ἔχει ὁ πυρετὸς καὶ κέχρηται τούτοις πρὸς λύμην παντὸς τοῦ σώματος, καρδίαν φημὶ καὶ ἧπαρ· καρδίαν μὲν ἀνάπτουσαν αὐτὸν, ἧπαρ δὲ τὴν τῶν χυμῶν ὕλην αὐτῷ χορηγοῦν. Ὁρμᾶ οὖν ὁ πυρετὸς ἀπὸ καρδίας καὶ ἥπατος, καὶ οὐ φείδεται οὔτε χόνδρων, οὔτε ὀστέων, οὔτε νεύρων, οὔτε ἄλλου
10μορίου, ἐκδαπανᾶ δὲ πᾶσαν τὴν ὑγρότητα τῶν μορίων. Τί ἐ‐ στι σκοπός; Τὸ προϋπονοούμενον τέλος· καὶ ἄλλως σκοπὸς ἐστὶ πρόληψις ψυχῆς καὶ προτύπωσις προτεθεῖσα, ἐκ μεταφορᾶς τοῦ τοξότου, τοῦ πρῶτον μὲν στοχαζομένου τὸν τόπον, εἶθ’ οὕ‐ τως ἐπιπέμποντος τὸ βέλος. Πόσαι διαφοραὶ τῆς θερμασίας;
15Δύο· ἢ γὰρ ἀνειμμένη ἐστὶν, ἢ ἐπιτεταμένη, τοὐτέστιν ἢ ἧττον, ἢ μᾶλλον· οὐκοῦν καὶ τοῦ πυρετοῦ διαφοραὶ δύο, οὐσιώδεις καὶ ἐπουσιώδεις, καὶ ἐπὶ τὸ ἧττον καὶ μᾶλλον ὑπάρχουσιν. Τί ἐστι τὸ προϋπονοούμενον τέλος; Τὸ ἀποτέλεσμα τοῦ σκοποῦ. Καὶ τὶ τὸ ἀποτέλεσμα τοῦ σκοποῦ; Ἡ ἀρχὴ καὶ τὸ τέλος·
20ἀρχὴ δὲ καὶ τέλος τὸ ἄρξασθαι καὶ τελειῶσαι. Τίς ἡ οὐσία τοῦ πυρετοῦ; Ἡ παρὰ φύσιν θερμασία· ἡ δὲ θερμασία ποι‐ ότης τίς ἐστι· πᾶσα δὲ ποιότης ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ μᾶλλον καὶ τὸ ἧττον τοῦ εἴδους ἐξαλλα‐ γὴν οὐ ποιεῖ. Γράφει γὰρ ὁ Γαληνὸς ἐπὶ λέξεως οὕτως. Αἱ
25διαφοραὶ τῶν πυρετῶν, αἱ μὲν οἰκειόταταί τε καὶ κυριώταται κατὰ τὴν οὐσίαν αὐτῶν εἰσὶν, αἱ δὲ ἄλλαι κατά τι τῶν συμ‐ βεβηκότων. Τίς δὲ ἡ οὐσία τοῦ πυρετοῦ; Ἡ παρὰ φύσιν θερ‐ μασία· τῆς δὲ θερμασίας ταύτης, ἡ μὲν μᾶλλον ἐστὶν, ἡ δὲ ἧττον. Καὶ αὐταὶ μὲν εἰσὶν αἱ κυριώταται διαφοραὶ, αἱ δὲ
30ἄλλαι κατὰ συμβεβηκός. Καὶ τούτων αἱ μὲν ἀχώριστοι, ὅσαι παρὰ τὴν φύσιν, ὡς εἰρήκαμεν, ἐπὶ στερεοῖς, καὶ ὑγροῖς, καὶ πνεύμασι συνίστανται· αἱ δὲ χωρισταὶ, ὅσαι παρὰ τὴν κί‐ νησιν, καθὰ φαμὲν, τοὺς μὲν ὀξεῖς, τοὺς δὲ χρονίους· καὶ τοὺς μὲν τεταγμένους, τοὺς δὲ ἀτάκτους· ἀλλὰ καὶ ὡς ἀπὸ χρώ‐
35ματος, ὡς ἂν εἴπωμεν, τοὺς μὲν ξανθοὺς, τοὺς δὲ ἐρυθροὺς,6

7

τοὺς δὲ πελιδνούς· ἀπὸ μορίῳ δὲ, ὡς ἂν φήσωμεν, τοὺς μὲν περιπνευμονικοὺς, τοὺς δὲ πλευρητικοὺς εἶναι Πυρετούς· αὗται γὰρ αἱ κατὰ συμβεβηκὸς εἰσὶ διαφοραὶ καὶ χωρισταὶ οὐ γὰρ ᾀεὶ ἐστὶν ὁ πυρετός. Περιπνευμονικὸς δὲ ἐστὶ, μεταλαμβανό‐
5μενος εἰς ἄλληλα τῶν παθῶν· καὶ ἐπὶ τῶν ὀξέων δὲ τὸ αὐ‐ τό· δύναται γὰρ ἀπὸ τῶν ὀξέων εἰς χρόνιον πεσεῖν· εἰκότως οὖν αὗται λέγονται χωρισταὶ, διὰ τὸ μεταπίπτειν αὐτὰς, καὶ μεταβαίνειν ὡσαύτως ᾀεί. Πόσαι αἱ διαφοραὶ τῶν πυρετῶν. Καὶ λέγομεν ὅτι τῶν πυρετῶν αἱ διαφοραὶ διτταί· αἱ μὲν οὐσιώ‐
10δεις, αἱ δὲ ἐπουσιώδεις· καὶ οὐσιώδεις μὲν καὶ οἰκειοτάτας καὶ κυριωτάτας καὶ πρώτας διαφορὰς καλεῖ ὁ Γαληνὸς τὰς ἀπὸ τοῦ εἴδους, τοῦ παρὰ τὸ μᾶλλον καὶ ἧττον. Τῶν γὰρ πυρετῶν, οἱ μὲν εἰσὶν οὐσιώδεις, οἱ δὲ κατὰ συμβεβηκός. Καὶ τῶν οὐσιωδῶν, οἱ μὲν περὶ τὸ εἶδος, οἱ δὲ περὶ τὴν ὕλην· καὶ
15ἡ μὲν περὶ τὸ εἶδος διαφορὰ, τὸ μᾶλλον καὶ ἧττον, ἡ γὰρ θερμασία ἢ μᾶλλον ἐστὶν, ἢ ἧττον· ἡ δὲ περὶ τὴν ὕλην, ἢ ἐπὶ πνεύμασιν, ἢ ἐφ’ ὑγροῖς, ἢ ἐπὶ στερεοῖς. Καὶ ἡ μὲν ἐπὶ πνεύμασιν, ἢ ζωτικὴ, ἢ ψυχικὴ, ἢ φυσική· ἡ δὲ ἐπὶ ὑγροῖς, ἢ ἐπὶ φλέγματι, ἢ ἐπὶ χολῇ, ἢ ἐπὶ μελαγχολίᾳ, ἡ δὲ ἐπὶ στε‐
20ρεοῖς ἢ ἐπὶ παρεσπαρμένῃ ὑγρότητι, ἢ ἐπὶ νεοπαγῆ, ἢ ἐπὶ συ‐ νεκτικῇ. Καὶ αὕτη μὲν ἡ οὐσιώδης διαφορὰ τῶν πυρετῶν. Ποί‐ ας καλεῖ οὐσιώδεις καὶ ποίας ἐπουσιώδεις; Τὰς κυριωτάτας καὶ πρώ‐ τας, καὶ τὰς παρὰ τὸ μᾶλλον καὶ ἧττον, οὐσιώδεις καλεῖ, τὰς δὲ ἀπὸ τῆς ὕλης καλεῖ ἐπουσιώδεις. Πόσαι διαφοραὶ τῶν πυρετῶν;
25Δύο, αἱ οἰκειόταται καὶ κυριώταται, αἵτινες καὶ διαιροῦνται ἐν τῷ παρόντι συγγράμματι· καὶ ἐν μὲν τῷ πρώτῳ διαλαμ‐ βάνει περὶ τῶν ὁμογενῶν πυρετῶν, φημὶ δὲ περὶ ἐφημέρων καὶ ἑκτικῶν· ἀλλ’ εὐθέως τις ἐπανίσταται καὶ λέγει τὶ φής· ὁμο‐ γενεῖς ὑπάρχουσιν ὅτε ἐφήμερος καὶ ἑκτικός; Παραδέδωκάς μοι
30τὸν ἐφήμερον, εὐηθέστατον ὄντα, καὶ ἐν μιᾷ ἡμέρα γενόμε‐ νόν τε καὶ παυόμενον, τὸν δ’ ἑκτικὸν, τὸν οὕτω δυσίατον καὶ κακοήθη, ὁμογενῆ ἀναγορεύεις τοῖς ἐφημέροις. Λέγω μὲν καὶ ὅτι ὁμογενεῖς αὐτοὺς ἔφην εἶναι, ὡς ἀμφοτέρους ἐκ προ‐ καταρκτικῆς αἰτίας γενομένους· ὅτι τῶν πυρετῶν οἱ μὲν εἰσὶν
35ἐπὶ πνεύμασιν, οἱ δὲ ἐπὶ ὑγροῖς, οἱ δὲ ἐπὶ στερεοῖς· καὶ πά‐
λιν τῶν πυρετῶν, οἱ μὲν ἐπὶ τόπῳ πεπονθότι, οἱ δὲ ἄνευ7

8

τόπου· ὅτι τῶν νοσημάτων, τὰ μὲν εἰσὶ ὁμοιομερῆ, τὰ δὲ ὀργανικὰ, τὰ δὲ κοινά· καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ τὰ μὲν μεθ’ ὕλης, τὰ δὲ ἄνευ ὕλης, καὶ ἢ ἐν παντὶ τῷ σώματι, ἢ ἐν ἐνὶ μορίῳ, καὶ οἱ ἐν ἑνὶ μορίῳ, ἢ κυρίῳ, ἢ ἀ‐
5κυρίῳ. Ζητοῦμεν καὶ τὴν οὐσίαν τοῦ πυρετοῦ, ὁ μὲν γὰρ πυ‐ ρετὸς συμβεβηκὸς, ἡ δὲ ὕλη οὐ συνδιαιρεῖται· ὁ πυρετὸς γὰρ οὐ‐ σία, ἐπειδὴ καὶ τὰ πνεύματα οὐσίαι εἰσίν· οὐσία δ’ ἔστιν αὐ‐ τοῦ, ἡ παρὰ φύσιν θερμασία. Τί οὖν, ἐάν τις συγγράφων, ἢ ἐ‐ νεργῶν, ἢ ὁδοιπορῶν, θερμανθεὶς τὰς χεῖρας ἢ τοὺς πόδας, πυ‐
10ρέττειν αὐτὸν λέγομεν; οὐδαμῶς· ἐπειδὴ αὕτη ἡ θέρμη ἐν μέ‐ ρει γίνεται, ὁ δὲ πυρετὸς ἐν ὅλῳ τῷ σώματι. Ἀλλὰ πάλιν ἐροῦσιν τινὲς τὶ οὖν, ἐάν τις λουσάμενος ἢ οἶνον πιὼν, ἢ ἄλ‐ λως πως διαθερμανθῇ ὅλον τὸ σῶμα, τότε πυρέττειν φήσωμεν τὸν ἄνθρωπον· καὶ λέγωμεν οὐχὶ, ἐπειδὴ οὐ βλάπτει τὰς ἐ‐
15νεργείας ἡ τοῦ λουτροῦ θερμασία. Ἐροῦμεν οὖν οὕτω, ὅτι πυ‐ ρετὸς θερμασία παρὰ φύσιν ἐν ὅλῳ τῷ σώματι γινομένη, καὶ βλάπτουσα τὰς ἐνεργείας. Ἰστέον, ὅτι ἡ καρδία οἷον πηγή τις τῆς ἐμφύτου θερμασίας· ἐκπεφύκασι δὲ ταύτης ἀρτηρίαι, οἷον σωλῆνες τινές, καὶ δι’ αὐτῶν τῷ παντὶ σώματι χορηγεῖται
20ἡ θερμότης. Ἐάν τις ὁδοιπορῶν θερμανθῇ τὴν κεφαλὴν, πά‐ σχουσιν αἱ ἀρτηρίαι καὶ τῇ συγγενείᾳ ἀπαγγέλουσι τὸ πάθος τῇ καρδίᾳ, καὶ οὕτως αὕτη μεταλαμβάνουσα τοῦ πάθους ἀ‐ νάπτει πυρετὸν, τὸ γὰρ ἐν αὐτῇ πνεῦμα ἑτοίμως ὑπὸ τοῦ ὁμοίου θερμοῦ πάσχει. Μεμαθήκατε γὰρ πολλάκις, ὅτι τὸ
25ἡμέτερον σῶμα ἐκ τριῶν οὐσιῶν συνέστηκεν, ἐκ πνευμάτων, ἐξ ὑγρῶν, ἐκ στερεῶν, καὶ ἐν τούτοις συνίσταται ὁ πυρετός. Κα‐ λεῖ δὲ Ἱπποκράτης πρέπουσαν ἐν λέξεσι τὴν ὀνομασίαν. Τίς ἐστι κατὰ συμβεβηκὸς πυρετός; Ὃς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· καὶ πῶς ὁρῶμεν ἐπὶ τὸν
30περιφρυγῆ μαρασμὸν, ὅτι γίγνεται μὲν, οὐκ ἀπογίγνεται δέ· καὶ λέγομεν, ὅτι ὁ περιφρυγὴς μαρασμὸς οὐκ ἀποχωρεῖται τῆς τοῦ ὑποκειμένου φθορᾶς. Ἐροῦμεν δὲ, ὅτι πρῶτον μὲν οὐκ ἔστιν ἀληθὴς ἐπὶ πάντων τῶν συμβεβηκότων ὁ ἀποδιδόμενος λόγος ἀλλ’ ἐπὶ μόνων τῶν χωριστῶν· ἐπὶ δὲ τῶν ἀχωρίστων οὐκ
35ἔστιν· ὁ δὲ κατὰ συμβεβηκὸς τοιοῦτος ἐστὶν, ἢ ἐν τόπῳ πε‐
πονθότι ἐστὶν, ἢ ἐν σπληνὶ, ἢ ἐν ἥπατι, ἢ ἐν πλευρῷ, καὶ8

9

τοῖς τοιούτοις· καὶ γὰρ ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκείμενον, οὐκ ἐπὶ συμβεβηκὸς ἐστὶν, ἀλλ’ ἢ κακοήθεις νόσημα. Εἰ γὰρ ὁ πυρετὸς ἔφθειρε τὸ ὑποκείμενον, ἔδει πᾶν συμβεβηκὸς φθεί‐ ρειν τὸ ὑποκείμενον· ἀλλὰ μὴν οὔτε οἱ ἐπὶ πνεύμασιν, οὔτε
5οἱ ἐπὶ χυμοῖς πυρετοὶ, οὔτε οἱ ἑκτικοὶ, ἀρχόμενοι τοῦτο ποι‐ οῦσιν, ἀλλὰ μόνοι οἱ μαρασμώδεις· ὅτι οὐκέτι ὁ πυρετὸς φθεί‐ ρει τὸ ὑποκείμενον, ἀλλ’ ἢ τὸ κακόηθες νόσημα· καὶ οὗτοι οἱ πυρετοὶ ἢ συνεχεῖς εἰσὶν, ἢ διαλείποντες, ἢ ὀξεῖς, ἢ χρό‐ νιοι. Εἰ δὲ ἄνευ τόπου πεπονθότος εἴη ὁ πυρετὸς, ἐπ’ ἐμφρά‐
10ξει ἐστὶ, καὶ αὕτη ἡ ἔμφραξις περὶ τὰ διάφορα μόρια ἐστὶ, καὶ μὴ θαυμάσῃς, ὅτι μία οὐσία ἐστὶ, πολλαὶ δὲ κατὰ συμ‐ βεβηκὸς, οὕτω γὰρ καὶ ἐν κατηγορίαις καὶ ἐν παντὶ πράγ‐ ματι. Ἀποροῦσι δὲ τινὲς πρὸς τὴν οὐσιώδη διαφορὰν τῶν πυ‐ ρετῶν, τὴν παρὰ τὸ εἶδος, φασὶ γὰρ τὸ μᾶλλον καὶ τὸ ἧτ‐
15τον. Τίνος λέγεται διαφορὰ, τῆς ἁπλῆς θερμασίας ἢ τῆς πα‐ ρεκτικῆς; Καὶ φαμὲν, ὅτι διττὸν τὸ οὐσιῶδες· οὐσιῶδες γὰρ ἐστὶ, τὸ ἀπὸ τῆς οὐσίας ὁρμώμενον, καὶ τὸ ἀμέσως ἄγον ἡμᾶς ἐπὶ τὴν οὐσίαν. Ἐνταῦθα οὖν οὐσιώδη διαφορὰν λεγό‐ μεν, τὸ μᾶλλον καὶ τὸ ἧττον, ὡς ἀμέσως ἄγον ἡμᾶς ἐπὶ τὴν
20θερμασίαν. Σημειοῦται δὲ ὁ Γαληνὸς τὸ ἀπὸ τριχῶν καὶ χροι‐ ᾶς· οὐσιώδη δὲ καλεῖ τὴν ἁφὴν, ὡς ἄγουσαν ἡμᾶς εἰς κατά‐ ληψιν τοῦ καθαπτομένου, καὶ ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημέ‐ νων. Τί ἐστι συμβεβηκὸς, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Τὸ δὲ συμβεβηκὸς ἐν σώματί ἐστι;
25Ναί. Καὶ ὁ πυρετὸς ἄρα ἐν σώματι; Ναί. Καὶ πόσαι δια‐ φοραὶ τῶν σωμάτων; Τρεῖς. Καὶ ἐπειδὴ τῶν σωμάτων τρεῖς εἰ‐ σὶ διαφοραί· ἢ γὰρ πνεύματα εἰσὶν, ἢ ὑγρὰ, ἢ στερεά· καὶ ὁ πυρετὸς ἄρα ἐν πνεύμασιν ἐστὶν, ἢ ἐν ὑγροῖς, ἢ ἐν στερεοῖς. Αἱ μὲν κατὰ γένος διαφοραὶ τῶν ποιοτήτων τρεῖς εἰσὶ γινό‐
30μεναι, κατ’ εἶδος δὲ πλεῖσται. Εἰς πόσα διαιρεῖται ὁ ἐν πνεύ‐ ματι πυρετός; Εἰς δύο, ἢ γὰρ ἐφήμερος ἐστὶ μονοήμερος, ἢ ἐφήμερος πολυήμερος, ἐπειδὴ γὰρ οὗτος ἢ ἐν ἀπερίττῳ γίνε‐ ται σώματι, ἢ περιττωματικῷ. Ἐφήμερον πολυήμερον. Πῶς; μη‐ κέτι ἀρκούμενος ὁ πυρετὸς τῷ πνεύματι· ἀλλ’ ἐπινεμόμενος
35τῷ αἵματι, παρεκτείνεται εἰς γʹ. ἢ δʹ. ἡμέρας, καὶ γίνεται ἐ‐
φήμερος πολυήμερος. Διατὶ καλοῦμεν ἐφήμερον πολυήμερον. Διὰ9

10

τὰ φθάσαντα λεχθῆναι. Ἐνίοτε γὰρ καλοῦμεν ἐφήμερον μὲν, διὰ τὸ πνεῦμα, καὶ τὴν ἰδίαν φύσιν αὐτοῦ, πολυήμερον δὲ διὰ τὴν ὑποκειμένην ὕλην. Διατὶ δὲ τρεῖς διαφορὰς εἶπε, τεσ‐ σάρων ὄντων χυμῶν, ἀλλὰ τοὺς μὲν ἐπὶ χολῇ καὶ φλέγματι,
5καὶ μελαγχολίᾳ πυρετοὺς ἔφησεν, ἐφ’ αἵματι δὲ οὐκέτι; Ἐ‐ πειδὴ πᾶς πυρετὸς ἐπὶ χυμῷ γινόμενος, ἐπὶ σήψει τούτου γί‐ νεται· τὸ δὲ αἷμα σαπὲν, καὶ ποιοῦν πυρετὸν, οὐκέτι μένει αἷμα, ἀλλὰ χολὴ γίνεται, καὶ οὐχ’ αἷμα, καὶ λύεται τὸ ζη‐ τούμενον· καὶ τεσσάρων ὄντων χυμῶν, οὐδὲν ἄτοπον, τρεῖς εἶ‐
10ναι διαφορὰς πυρετῶν. Καὶ πῶς ἐπὶ ἀσήπτῳ αἵματι πυρετὸς γίνεται; Καὶ φαμὲν, ὅ,τι ἡμεῖς περὶ τῶν ἐν σήψει λέγομεν, οὗτοι δὲ περὶ τῶν ἀσήπτων· ἄλλως τε καὶ ὁ ἐπὶ ἀσήπτῳ αἵ‐ ματι γινόμενος πυρετὸς, ἐπὶ τοῖς πολυημέροις ἐφημέροις ἀνά‐ γεται· ὅθεν καὶ ὁ Γαληνὸς ἐν τῷ ὀγδόῳ λόγῳ, τοὺς συνό‐
15χους ἐφημέρους, πολυημέρους καλεῖ, τοὺς ἐπὶ ἀσήπτῳ αἵματι γι‐ νομένους ἐντὸς τῶν ἀγγείων, οἱ δὲ διαλείποντες ἐκτὸς τῶν ἀγγείων, σηπομένου τούτου γίνονται, καὶ οὐκέτι ὡς αἷμα ἐ‐ στὶν, ἀλλ’ ὡς ξανθὴ χολή. Διατὶ δʹ. ὄντων χυμῶν, τέσσαρες ὄγκοι γίνονται, διαφοραὶ δὲ πυρετῶν τρεῖς; Ἐπειδὴ ὁ ὄγκος
20συνίσταται καὶ χωρὶς σήψεως χυμῶν· δύναται γὰρ καὶ τὸ αἷ‐ μα χωρὶς σήψεως ὄγκον ποιῆσαι. Καὶ ποῖαι εἰσὶ κατὰ συμ‐ βεβηκὸς ἀχώριστοι, ποῖαι δὲ χωρισταί· χωρισταὶ μὲν εἰσὶν ὡς ἄν τις εἴποι, τοῦ ζώου τὸ μὲν λογικὸν, τὸ δὲ ἄλογον, αὗται αἱ διαφοραὶ οὐσιώδεις ὑπάρχουσιν, ἐὰν δὲ φήσωμεν τοῦ ζώου τὰ
25μὲν λευκὰ, ὡς κύκνοι, τὰ δὲ μέλανα, ὡς χελιδῶνες, καὶ τὰ ὅμοια, καλοῦνται κατὰ συμβεβηκὸς, ἀπὸ γὰρ τῶν χρωμάτων ἐλήφθη‐ σαν. Καλοῦνται δὲ ἀχώριστα, διὰ τὸ μὴ χωρίζεσθαι τῆς οὐσίας, τοῦ γὰρ κύκνου τὸ λευκὸν οὐ χωρίζεται, ὡς οὐδὲ τῆς κορώ‐ νης, ἢ τῆς χελιδόνος τὸ μέλαν· ἐὰν δὲ εἴπωμεν, τὰ μὲν πε‐
30ριπατεῖ, τὰ δὲ οὐ περιπατεῖ, τὰ δὲ ἵσταται, τὰ δὲ κάθηται τῶν ἐμψύχων, εἰσὶ ταῦτα κατὰ συμβεβηκὸς χωριστά. Εἰ τοίνυν ἐπὶ παντὸς πράγματος αἱ διαφοραὶ, αἱ μὲν εἰσὶν οὐσιώδεις, αἱ δὲ ἐπουσιώδεις καὶ αἱ μὲν ἀχώριστοι, αἱ δὲ χωρισταὶ, καὶ ἐπὶ τοῦ πυρετοῦ ἄρα τὸ αὐτὸ φυλαχθήσεται, καὶ γὰρ τὸ ἀληθὲς σώ‐
35ζεται, καὶ γὰρ ὁ πυρετὸς πρᾶγμα ἐστὶ, παντὸς δὲ πράγμα‐
τος οὐσιώδεις διαφοραὶ αἱ εἰρημέναι εἰσὶ, καὶ τοῦ πυρετοῦ10

11

ἄρα αὗται αἱ διαφοραί· τούτου γὰρ αἱ μέν εἰσιν οὐσιώδεις, αἱ δὲ κατὰ συμβεβηκὸς, καὶ αἱ μὲν ἀχώριστοι, αἱ δὲ χω‐ ρισταί. Τινὲς λέγουσιν, ὅτι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τῇ ὕλῃ εὑρίσκεται· τὸ μὲν γὰρ μᾶλλον ἐν συνόχῳ τριταίῳ ἐφη‐
5μέρῳ, τὸ δὲ ἧττον ἐν ἀφημερινῷ καὶ ἑκτικῷ. Ἡ λύσις τούτου ῥᾳδία ἐστὶ, μετασχηματισθείσης δὲ τῆς λέξεως, μᾶλλον δὲ προς‐ τεθείσης· ἐν γὰρ τῷ λέγειν, αἱ οὐσιώδεις κατὰ συμβεβηκὸς εἰ‐ σὶ, προστεθὲν τὸ ἐν τοῖς κατὰ συμβεβηκόσι, λύει τὸ ζητού‐ μενον, εἰ μὲν γὰρ οὐσιώδεις αὗται, οὐκ εἰσὶ κατὰ συμβεβηκός·
10εἰ δ’ ἐν τοῖς κατὰ συμβεβηκὸς ὑπάρχουσιν, οὐδὲν ἄτοπον εἶ‐ ναι αὐτὰς οὐσιώδεις· καὶ γὰρ ἡμεῖς οὐσίαι μὲν ὑπάρχομεν· ἀλλ’ ἐν τόπῳ συμβεβηκότι ἐσμὲν, οὕτως οὖν καὶ αἱ παρὰ τὸ μᾶλ‐ λον καὶ ἧττον οὐσιώδεις οὖσαι, ἐν τοῖς κατὰ συμβεβηκὸς ὑ‐ πάρχουσιν, κᾂν τούτῳ μᾶλλον οὐσιώδεις ἂν εἶεν, τῷ πᾶσι πα‐
15ρακολουθεῖν πυρετοῖς. Πῶς ἀναδέχονται τὰ στερεὰ τῶν πυρε‐ τῶν πρὶν τῶν ὑγρῶν, ὅτ’ ἄν τινες ἡθροικότες ὠμοὺς χυμοὺς καὶ ψυχροὺς ἐν ταῖς κοιλίαις τῆς καρδίας, ἐπειδὰν θυμωθῶ‐ σι, ἢ ἀγρυπνήσωσι ἢ φροντίσωσιν, τότε κατ’ ἀνάγκην μήτε χυμοὺς δυναμένης ἀναδέξασθαι τῆς θερμότητος, ψυχροὶ γὰρ εἰ‐
20σὶ, λοιπὸν τῶν ὑγρῶν ξυρανθέντων τὸ πάθος ὑποδέχονται τὰ στερεὰ, διότι ἀμέσως ἄγει ἐπ’ αὐτὰ τὴν οὐσίαν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, τήν τε οὐσιώδη, τὴν περὶ τὸ ὕδωρ διαφέρου‐ σαν τὸ μᾶλλον καὶ ἧττον, τὴν ἐπὶ πνεύμασι, ἢ ἐπὶ ὑγροῖς, ἢ ἐπὶ στερεοῖς ἀνάπτουσαν τοὺς πυρετοὺς, ὡς φησὶν Ἱπποκρά‐
25της, ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα· ἴσχοντα μὲν καλεῖ τὰ στερεὰ, ἰσχόμενα δὲ τὰ ὑγρὰ, ἐνορμῶνται δὲ τὰ πνεύματα· ὁ δὲ Γαληνὸς ἀναφέρει, ὅτι ἀναμέμικται ἐν πάσαις ταῖς ἀρ‐ τηρίαις διὰ πολλῶν ὀπῶν, ἀναπνεουσῶν τῷ αἵματι ἡ ἀερώδης οὐσία καὶ κατ’ αὐτὴν τὴν καρδίαν. Καὶ ἄρχεται μὲν ἡ παρὰ
30φύσιν θερμότης, ἣν πυρετὸν ὀνομάζομεν, ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων· καὶ εἰ μὲν φθάσῃ λυθῆναι τῷ χρόνῳ, ἐπινέμεται καὶ συνδιατίθεται τὰ λοιπὰ δύο γένη. Συνεκθερμαίνεται γὰρ ᾀεὶ τῶν θερμαθέντων τὸ συνεχὲς, ἄχρις ἂν ἐπὶ τὴν καρδίαν ἡ διάθεσις ἀφικνεῖται καὶ λυμήνηται αὐτοῦ τὸ ἔμφυτον θερ‐
35μὸν, καὶ ῥᾴστη μὲν ἡ ἐκ τῶν ὑγρῶν εἰς τὸ πνεῦμα μετά‐
ληψις τῆς θερμότητος, ἧττον δὲ ἑτοίμως τῷ πνεύματι, συνε‐11

12

πυροῦνται τὰ ὑγρά. Ἡ γὰρ λεπτομερὴς οὐσία, ῥᾷον ἀλλοιοῦ‐ ται τῆς παχυμεροῦς, καὶ λεπτομερεστάτη μὲν ἡ τοῦ ἀέρος οὐ‐ σία, παχυμερεστάτη δὲ ἡ τῶν στερεῶν σωμάτων, μεταξὺ δ’ ἀμφοῖν ἡ τῶν ὑγρῶν· καὶ πρῶτον μὲν τὰ πνεύματα, ἑτοιμό‐
5τερον μεταλαμβάνουσι τῆς θερμότητος, δευτέρως δὲ τὰ ὑγρὰ, εἰς ὕστερον δὲ τὰ στερεά· συνεκθερμαίνεται γὰρ τὸ ἐν τῇ καρ‐ δίᾳ καὶ ταῖς ἀρτηρίαις πνεῦμα τῷ αἵματι, καὶ οὕτως πυρού‐ μενα πάσχουσιν πρὸς τὴν ἐπιτηδειότητα τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος. Τοῦ γὰρ πυρετοῦ οὐσιώδης ἐστὶ διαφορὰ ἡ
10περὶ τὴν ὕλην καὶ τὸ εἶδος, ἐκ δύο μερῶν σύνθετος· ὁ γὰρ πυρετὸς σύνθετον ἐστὶ πρᾶγμα ἐξ ὕλης καὶ εἴδους· ὕλης μὲν τῆς θερμῆς δυςκρασίας, εἴδους δὲ τῆς τοιάς δε θερμασίας· ὁ δὲ τρόπος τῆς κινήσεως, συμβεβηκυῖα ἐστὶ τοῦ πυρετοῦ διαφορὰ, τὸ δὲ πλῆθος ᾀεὶ τῆς πυρετώδους οὐσίας, ἐν τῷ πλήθει κεῖ‐
15ται τῆς ἀποῤῥοῆς τῶν περιττωμάτων, τὸ δὲ ἀνιαρὸν κατὰ τὴν ἐπιβαλλομένην ἔξωθεν τοῦ χυμοῦ δριμύτητα· γνώρισμα γὰρ τοῦτο μέγιστον τοῦ πυρετοῦ, λέγω δὴ τὸ κατὰ τὴν ποιότητα τῆς θερμασίας· ἡ μὲν ἀτμωδεστέρα καὶ ἀλυποτέρα, τοῦ αἵ‐ ματος ἐστὶ διαφορὰ, αἱ δὲ διαβρωτικαὶ ἐπὶ ταῖς χολαῖς ἀμ‐
20φότεραι συνίστανται· ἀτμῶδες δέ τι καὶ καπνῶδες αὐτὸ τῷ ἐπὶ φλέγματι σηπομένῳ συνιστάμενον σημεῖον τῆς διαφορᾶς· Φησὶ γὰρ ὅτι τῶν πυρετῶν, οἱ μὲν περικαέες, οἱ δὲ βληχροί. Περικαέες δὲ εἰσὶν οἱ σφοδρέτεροι, καὶ ἔχοντες πολλὴν θερ‐ μασίαν, βληχροὶ δὲ οἱ ἀνειμένην ἔχοντες τὴν θερμασίαν. ἀλ‐
25λὰ τὸ μὲν περικαέες, οἰκεῖον ὄνομα ἐφημέρων καὶ συνόχων ἐστί. Ἀλλ’ οἱ μὲν ἐφήμεροι μέχρι κδʹ. ὡρῶν τὸ πολὺ δια‐ μένῃ, καὶ αὕτη ἔστιν ἡ ἀπὸ τῆς ποιότητος οὐσιώδης διαφο‐ ρά· ἡ δὲ ἀπὸ τῆς ὕλης ἐνδείκνυται τὴν παρὰ τὸ μᾶλλον καὶ ἧττον διαφορὰν, καθ’ ἣν δριμυτέρα γίνεται ἡ θερμασία, ὁ δὲ
30σύνοχος ἐπὶ πλεῖον ἔχει τὴν ὕλην ἐξ ἧς θερμαίνεται. Ἰστέον, ὅτι τὸ λουτρὸν μίαν περιέχει τὴν ὕλην ἐξ ἧς θερμαίνεται, καὶ γὰρ καὶ ὁ ἀὴρ, καὶ ἡ δεξαμενὴ καὶ οἱ τοῖχοι θερμαίνονται ἐκ τοῦ αὐτοῦ πυρός· ἀλλὰ ποῦ μὲν προσηνὴς ἡ θερμασία, ποῦ δὲ δριμυτέρα, ὡς ἔστιν ἐκ τούτου γνῶναι. Εἰσερχομένοις
35γὰρ ἡμῖν ἐν τῷ ἀέρι, οὐδεμία τις ἀνία γίνεται δριμύτητος ὡς
πρὸς τὸν ἀέρα, εἰ δὲ ἐφαψαίμεθα τῆς θέρμης τῆς δεξαμε‐12

13

νῆς μᾶλλον ἀνιώμεθα· εἰ δὲ τῶν λίθων ἁψόμεθα, δακνωδεστά‐ την καὶ δριμυτάτην εὑρήσομεν τὴν θερμασίαν· ἄρ’ οὐ μιᾶς οὔ‐ σης τῆς ὕλης διάφορον εὑρίσκομεν τὴν θερμασίαν, οὕτω οὖν καὶ ἐπὶ τοῦ πυρετοῦ εὑρίσκομεν πρὸς τὴν ὑποκειμένην ὕλην· εἰ μὲν
5γὰρ ἐπὶ πνεύμασιν γένηται πυρετὸς προσηνεστάτην ἔχει τὴν θερ‐ μασίαν ὅσον ἐν πυρετοῖς· εἰ δὲ ἐν ὑγροῖς δριμυτέραν· τῆς γὰρ ὕλης σηπομένης, ἀνάγκη δριμυτέραν εἶναι, καὶ γίγνεσθαι τὴν θερμασίαν· εἰ δὲ καὶ ἐπὶ στερεοῖς γένηται πυρετὸς, οἷος ὁ ἑκτι‐ κὸς, ἀνιαρᾶς συναισθανόμεθα τῆς θερμασίας· αὕτη οὖν ἐστι ἡ
10παρὰ τὴν ὕλην οὐσιώδης διαφορά· παρὰ δὲ τὴν κίνησιν, ἢ εὐθέως ἐξ ἀρχῆς τῆς θερμασίας ἀναδιδομένης, ἢ εἰς ὕστερον καὶ κατὰ μέρος. Καὶ αὗται εἰσὶν αἱ οὐσιώδης διαφοραί. Αἱ δὲ κα‐ τὰ συμβεβηκὸς, αἱ μὲν πλησιέστεραι, αἱ δὲ πολυχρόνιοι, ἢ ὀ‐ λιγοχρόνιοι, αἱ δὲ ποῤῥοτέρω, αἱ δὲ κατὰ τὰς χροιὰς, ἅς τι‐
15νας ἐξερύθρους καὶ ἐξώχρους καλεῖ ὁ Ἱπποκράτης. Καὶ πάλιν τῶν πυρετῶν, οἱ μὲν δακνώδεες οἱ δὲ πρηέες. Καὶ δακνώδεες μὲν εἰσὶν οἱ δριμυτάτην ἔχοντες τὴν θερμασίαν, πραεῖς δὲ οἱ μὴ ἔ‐ χοντες οὕτως. Γράφει δὲ ὁ Γαληνὸς κατὰ λέξιν οὕτως· πυρετοὶ, οἱ μὲν δακνώδεις εἰσὶ τῇ χειρὶ, οἱ δὲ οὐ δακνώδεις, ἐπαναδι‐
20δόντες δὲ τῇ ἁφῇ· οἱ δὲ πραεῖς, οἱ δὲ ὀξεῖς, ἡσσώμενοι δὲ τῇ χειρὶ, οἱ δὲ περικαεῖς, οἱ δὲ λοιποὶ βληχροὶ, ξηροὶ, ἀμυδροὶ, οἱ δὲ πεμφιγώδεις· εἰδέναι δὲ χρὴ, ὅτι δακνώδεις τῇ χειρὶ κα‐ λεῖ ὁ Ἱπποκράτης, τοὺς ἐπὶ σήψει χυμῶν γινομένους, οὐ δα‐ κνώδεις δὲ ἐπαναδιδομένους δὲ τῇ ἁφῇ, τοὺς ἐπὶ στεγνώσει
25τῶν ἀδήλων πόρων τοῦ δέρματος, οὓς καὶ ὁ κατ’ ἀρχὰς μὲν ἐ‐ πιβάλλων τοὺς δακτύλους ἐπὶ τὸν σφυγμὸν οὐχ’ εὑρίσκει δά‐ κνοντας· ὕστερον δὲ ἀναδίδονται τῇ ἁφῇ ὑπὸ τῆς ὑποκειμένης καὶ πλεονεκτούσης ὕλης· πρηέας δὲ λέγει, τοὺς ἐπὶ πνεύμασιν γενομένους, λέγω δὴ τοὺς ἐφημέρους, καὶ ὀξεῖς μὲν, ἡσσω‐
30μένους δὲ τῇ χειρὶ, τοὺς ἐπὶ κόποις, περικαεῖς δὲ τοὺς ἐπὶ χολῇ καυσώδει λέγει. Ποίους καλεῖ βληχροὺς, ξηροὺς, καὶ ἀ‐ μυδρούς; Τοὺς ἑκτικούς· πεμφιγώδεις δὲ τοὺς ἀπὸ ἡλιοκαΐας· οἱ δὲ τοὺς ἐπὶ φλυκταίνας γινομένους, καὶ τοὺς ἐπὶ τῶν νε‐ φριτικῶν· ἁδέας δὲ λέγει, τοὺς ἐπὶ ζέσει τοῦ αἵματος γενο‐
35μένους πυρετοὺς, ἐν οἷς καὶ αἱ τούτων διαφοραὶ.13

14

(1t)

(γʹ.) Ὁποῖα συμβαίνει πλεονάζοντος τοῦ αἵματος.
2 Ὁπηνίκα δὲ πλεονάσῃ τὸ αἷμα καὶ παρασπαρῇ ἐν τοῖς ἀγ‐ γείοις καὶ ἔστιν ἀσαπὲς ποιεῖ πληθώραν, ἢ σύνοχον τὸν ἐπὶ ζέσει· εἰ δέ γε σαπῇ, εἰ μὲν ἐπὶ τοῖς ἀγγείοις ποιεῖ σύ‐
5νοχον τὸν ἐπὶ σήψει, εἰ δὲ ἐν ἑνὶ μορίῳ πλεονάσῃ, καὶ ἔστιν ἀσαπὲς ποιεῖ ἐρυθήματα, εἰ δὲ καὶ σαπῇ ποιεῖ ἀποστήματα.
7t(δʹ.) Ὁποῖα συμβαίνει πλεοναζούσης χολῆς.
8 Εἰ μὲν πλεονάσῃ ἐν τοῖς ἀγγείοις καὶ ἀναχυθῇ ἐν ὅλῳ τῷ σώματι καὶ ἔστιν ἀσαπὴς, ποιήσει ἴκτερον· εἰ δὲ πλεονάσασα
10σαπῇ, εἰ μὲν ἔσω τῶν ἀγγείων, ποιήσει καῦσον· εἰ δὲ ἔξω τῶν ἀγγείων, ποιήσει καῦσον τριταῖον διαλείποντα· εἰ δὲ ἐν ἑνὶ μορίῳ πλεονάσῃ καὶ ἔστιν ἀσαπὴς, ποιήσει τὸν λεγόμε‐ νον ἕρπητα· εἰ δὲ πάλιν σαπῇ, ποιήσει ἕρπητα μετ’ ἀναβρώσεως.
14t(εʹ.) Ὁποῖα συμβαίνει πλεονάζοντος τοῦ μελαγχολικοῦ χυμοῦ.
15 Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ μελαγχολικοῦ χυμοῦ ζητητέον· εἰ μὲν ἐν ὅλῳ τῷ σώματι πλεονάζῃ καὶ ἔστιν ἀσαπὴς, ποιή‐ σει τὸν μέλανα ἴκτερον· εἰ δὲ πλεονάσας σαπῇ καὶ ἔστιν ἔ‐ ξω τῶν ἀγγείων, ποιήσει τὸν τεταρταῖον· εἰ δὲ ἐν ἑνὶ μορίῳ πλεονάζῃ καὶ ἔστιν ἀσαπὴς, ποιήσει σκίῤῥους· εἰ δέ γε σαπῇ
20ποιήσει καρκινώματα, ἢ φαγεδαινώματα, ἢ γαγγραινώματα.
21t(ϛʹ.) Πόσα ἀγγεῖα τοῦ αἵματος.
22 Ἰστέον ὅτι δύο ἀγγεῖα εἰσὶν ἐν ἡμῖν ἀρτηρία καὶ φλὲψ, ἡ μὲν τὸ πνεῦμα περιέχουσα, ἡ δὲ τὸ αἷμα. Μεμαθήκαμεν δὲ, ὅτι ταῦτα τ’ ἀγγεῖα, ἢ ἐν τῷ πέρατι συναναστομοῦνται ἀλ‐
25λήλοις, ἢ ἐν τῷ μέσῳ.
26t(ζʹ.) Πῶς γίνεται ὁ πυρετός.
27 Φασὶν, ὅτι ὅτε πλεονάσῃ αἷμα ἐν ταῖς φλεψὶ, τοῦτο μὴ δυνάμενον στέγεσθαι, τῇ συνεχείᾳ κατέρχεται εἰς τὰς ἀρτηρίας, καὶ εἰ μὲν μεγάλη εἴη ἡ κοιλότης τῶν ἀρτηριῶν μένει ἐκεῖσε
30στεγόμενον καὶ μηδὲ παρεμποδὼν γενόμενον τῷ πνεύματι· εἰ δὲ εἴη στενὴ ἡ ἀρτηρία καὶ τὸ αἷμα πολὺ, τότε τῇ ῥύμῃ τοῦ πνεύματος τοῦτο ἐξωθούμενον, φέρεται περὶ τὰ πέρατα,
ἅτινα στενότατά εἰσιν· καὶ λοιπὸν ἐκεῖ σφηνοῦται καὶ κώ‐14

15

λυμμα γίνεται τοῦ πνεύματος· τὸ δὲ πνεῦμα ἀδιάπνευστον ὄν, δριμύτερον γίνεται καὶ οὕτω ἀνάπτεται ὁ πυρετός. Φη‐ σὶν οὖν ὅτι οἱ μὲν δακνώδεες οἱ δὲ πρηέες· καὶ δακνώδεες μὲν εἰσὶν, οἱ δριμυτάτην ἔχοντες τὴν θερμασίαν. Ἴσως δέ τις
5ἐρεῖ, τὶ φὴς, θερμασίαν παρὰ φύσιν, καὶ πραείαν αὐτὴν προ‐ σαγορεύεις; Καὶ λέγομεν, ὅτι εἴωθεν ὁ Ἱπποκράτης, τὰ ἧττον κακὰ τοῖς ἐναντίοις ὀνόμασι προσαγορεύειν· τὸ αὐτὸ δὲ καὶ ἐπὶ δύο ἐμβάσεων θερμῶν λέγομεν ὅτι αὐτὴ μὲν θερμὴ, αὐ‐ τὴ δὲ ψυχρά· καὶ ἰδοὺ τὸ ἧττον θερμὸν τὴν τοῦ ἐναντίου προ‐
10σηγορίαν ἀπείληφεν. Μεμνῆσθαι δὲ δεῖ καὶ τοῦ εἰρημένου ἐν τῇ φυσικῇ, ὅτι ἐπὶ μὲν τῶν παιδίων ἡ θερμασία πραεῖα, ἐπειδὴ ὁ αἱματικὸς χυμὸς αὐτοῖς πλεονάζει, ὅς ἐστι θερμὸς καὶ ὑ‐ γρὸς, καὶ κολάζει τὴν δριμύτητα, ἐπὶ δὲ τῶν ἀκμαζόντων δρι‐ μυτέρα, ἐπειδὴ ἡ ξανθὴ χολὴ αὐτοῖς πλεονάζει, ἥτις ἐστὶ θερ‐
15μὴ καὶ ξηρά· οἱ δὲ οὐ δακνώδεες μὲν ἐπαναδιδόντες δέ. Πῶς οὖν λέγομεν, ὅτι ποτὲ μὲν ἡ θερμασία ἅμα τῇ προσβολῇ τῆς χειρὸς διαφαίνεται, ποτὲ δὲ μετὰ χρόνον, καὶ φαμὲν, ὅτι πρὸς τὴν ὑποκειμένην ὕλην· εἰ μὲν γὰρ λεπτοτέρα ἔστιν ἡ ὕλη καὶ εὐέξαπτος ἅμα τῇ προσβολῇ διαφαίνεται, εἰμή τι τῶν ἔξωθεν
20κωλύσει· οἷον διὰ πύκνωσιν, ἡ τί τῶν τοιούτων, εἰ δὲ παχεῖα καὶ δυσέξαπτος, χρόνῳ διαφαίνεται, ἔσθ’ ὅτε γὰρ τῇ προσβο‐ λῇ τῆς χειρὸς λεπτύνεται ἡ ὕλη, καὶ τότε δημοσιεύει τὴν ἑ‐ αυτὴν δύναμιν. Βούλομαι δ’ ὑμῖν εὐτακτοτάτην τὴν διαίρεσιν πα‐ ραδοῦναι.
25t(ηʹ.) Διαφοραὶ πυρετοῦ.
26 Τῶν γὰρ πυρετῶν οἱ μὲν δακνώδεες, οἱ δὲ πρηέες, καὶ οἱ μὲν σφοδροὶ οἱ δὲ ἀμυδροὶ οἱ δὲ περικαεῖς, οἱ δὲ βληχροὶ· ἀλλ’ οὗτοι ἢ ἐξ ἀρχῆς εἰσὶν τοιοῦτοι, καὶ διαμένουσι μέχρι τέλους σώζοντες τὴν ἑαυτῶν δριμύτητα, ἢ ἐξ ἀρχῆς μὲν εἰσὶν τοι‐
30οῦτοι, τῷ δὲ χρόνῳ μειοῦνται· ἢ ἐξ ἀρχῆς οὐκ εἰσὶν τοιοῦτοι, ὕστερον δὲ προσλαμβάνουσι μέγεθος, ἤτοι αὔξησιν, οἷον, οἱ μὲν ἐξ ἀρχῆς σφοδροὶ εἰσὶ καὶ μένουσιν ἕως τῆς ἀπαλλαγῆς, τοι‐ οῦτοι λέγονται εὐθεῖς καὶ διαπαντὸς· εἰ δὲ ἐν τῇ ἀρχῇ μὲν εἰσὶ τοιοῦτοι, τῷ δὲ χρόνῳ μειωθῶσι, λέγονται εὐθεῖς μὲν οὐ
35διαπαντὸς δὲ, οἱ δὲ μήπω ὄντες τοιοῦτοι, τῷ δὲ χρόνῳ προ‐15

16

σλάβωσιν, λέγονται οὗτοι οὐκ εὐθεῖς μὲν διαπαντὸς δὲ, καὶ ἔστιν οὗτος τοῦ πρώτου ἐναντίος· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διαπαντὸς, βληχροὶ, ξηροὶ, οἱ δὲ καὶ ἁλμυρώδεις. Τί φής· ἁλμυρώδεις πυρετοί; Πῶς ἔχομεν τοῦ γνῶναι· αὕτη γὰρ ἡ ποι‐
5ότης, οὐκ ἀφῇ, ἀλλὰ γεύσει κρίνεται, ὥςπερ τὸ ὀξῶδες καὶ τὸ στρυφνόν. Τί οὖν λέγομεν, ὅτι ὥςπερ εἴρηται καὶ ἐν τῷ προγνωστικῷ περὶ τῶν ἱδρώτων· ὅτι δεῖ γινώσκειν, εἴτε ὀξώ‐ δεις εἰσὶν, εἴτε πικροί· καὶ τοῦτο εἴπαμεν οὐ τῇ γεύσει τῇ οἰκείᾳ ὁ Ἰατρὸς κρίνει αὐτὰ, ἀλλὰ τῇ τοῦ κάμνοντος, αἰσθή‐
10σει, ἤτοι ἀνακρίσει, τοῦτο διαγινόσκομεν· αἰσθανόμεθα γὰρ πολ‐ λάκις τῆς τοιαύτης ποιότητος, ὥςπερ γὰρ ἐὰν ἁλῶν, ἢ γάρου, ἤ τι τοιούτου αἰσθόμεθα, ἀνιαρὰ συναίσθησις ἡμῖν γίνεται καὶ τραχύτης, δυνατὸν οὖν ἡμᾶς, καὶ τῶν τοιούτων πυρετῶν συ‐ ναισθάνεσθαι. Οἱ δὲ πεμφιγώδεις δεινοὶ. Τίνας καλεῖ πεμφι‐
15γώδεις, οὐ δυνάμεθα τοῦτο εἰπεῖν, εἰμὴ πρότερον μάθομεν τὶ πέμφιξ, καὶ κατὰ πόσων σημαινομένων φέρεται. Ἰστέον δὲ, ὅ‐ τι τὸ τῆς πέμφιγος ὄνομα τριχῶς λέγεται· λέγεται γὰρ πέμ‐ φιξ καὶ ἡ ψυχὴ καὶ ἡ ἀκτὶς τοῦ ἡλίου, καὶ τὸ νέφος, καὶ αἱ πομφόλυγες, αἱ ἐκ τοῦ ὑετοῦ γινόμεναι· καὶ εἰ μὲν τὴν
20ἀκτῖνα, εἰρηκότες, λέγουσιν, ὅτι περὶ τοῦ πυρετοῦ λέγει, τοῦ ἀπὸ ἐκκαύσεως γινομένου, οὐκ ἀποδεκτέοι δὲ εἰσὶν, οὐδὲ γὰρ εἰσὶ δεινοὶ εἰς τὸ ὁρᾶσθαι· ἕτεροι δὲ πέμφιγα καλοῦσι τὴν ψυχὴν, καὶ ἐντεῦθεν δηλοῦσι τὸν μετὰ παραφροσύνης πυρε‐ τὸν, ὅθεν τοῦτο πιστοῦται ἐκ τοῦ παραφέρειν ἰδία αὐτὸν, δει‐
25νοὶ γὰρ οἱ τοιοῦτοι καὶ φοβεροὶ εἰσὶν καὶ εἰς τὸ ὁρᾷν, καὶ γὰρ ἀγριαίνουσιν καὶ ἀτενῶς ὁρῶσιν· οὐκ ἔστι δὲ οὐδὲ τοῦ‐ το, ἀλλὰ πέμφιγα φαμὲν εἶναι τὴν πομφόλυγα, ἥτις ὑγρό‐ της ἐστὶ, περιέχουσα ἐν αὐτῇ πνεῦμα, καὶ ὑπὸ τούτου με‐ τεωριζομένη. Πυρετοὺς οὖν πεμφιγώδεις, φησὶ, τοὺς μετὰ ἀν‐
30θράκων, ἢ φλυκταινῶν γινομένους, τούτους γὰρ ἰδεῖν δεινοί. Ἰ‐ στέον οὖν, ὅτι αὕτη ἡ ὕλη τριττή· ἢ γὰρ πνεῦμα ἐστὶν, ἢ ὑγρὰ, ἢ στερεά, ταῦτα διάφορα ὄντα διάφορα σχήσουσι καὶ τὰ ὀνό‐ ματα· καὶ γὰρ ἄλλως μὲν πάσχει ὁ ἐγκέφαλος, ἄλλως ἧπαρ καὶ γαστὴρ, καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ στερεὰ, πρὸς τὴν
35διαφορὰν αὐτῶν ἔξουσι καὶ τὰ νοσήματα· πάλιν δὲ ὁμοίως καὶ
τὰ ὑγρά. Μεμαθήκατε γὰρ καὶ τούτων διαφορὰν ὅτι ἄλλο ἐστὶν16

17

αἷμα καὶ ἄλλο φλέγμα, καὶ ἄλλο ξανθὴ χολὴ, καὶ ἄλλο μελαγ‐ χολικὸς χυμός. Ὁμοίως δὲ καὶ τὸ πνεῦμα μὴ νομίσῃς δὲ, ἐπει‐ δὴ ἑνικῇ φωνῇ ἐχρησάμην ἓν εἶναι καὶ ζητεῖν τὸ πνεῦμα· καὶ γὰρ καὶ τοῦτο ἔχει διαφοράς· ἔστι τοίνυν ψυχικὸν, ὅπερ ἐν τῷ ἐγ‐
5κεφάλῳ καθίδρυται καὶ ἐν τοῖς νεύροις· τοῦτο δὲ τὸ ψυχικὸν πνεῦμα ὄργανον ὑπάρχει τῆς ψυχῆς, καὶ διὰ τοῦτο ψυχικὸν ὀνομάζεται· ἀλλὰ μὴν ἔτι καὶ ζωτικὸν πνεῦμα, ὅπερ ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς ἀρτηρίαις περιέχεται, ἐξαπλούμενον παρ’ ὅλον τὸ σῶμα ἀκτινοειδῶς, καὶ ζωὴν χορηγοῦν, τοὐτέστι τὴν
10ἔμφυτον θερμασίαν. Ἔστι δὲ καὶ φυσικὸν πνεῦμα, ὅπερ ἐκ τῶν τροφῶν τίκτεται, καὶ ἐμπεριέχεται ἐν τῷ ἥπατι. Αὗται εἰ‐ σὶν αἱ γενικαὶ διαφοραὶ τῶν νοσημάτων, συνιστάμεναι ἔν τε τοῖς πνεύμασι, τοῖς ὑγροῖς, καὶ τοῖς στερεοῖς. Ἀλλ’ εἷς τις ἡ‐ μᾶς ἐρωτᾷ, δυνατὸν ἔστιν ἑνὸς παρατρεπομένου ἄτρεπτα μέ‐
15νειν καὶ ἀπαθῆ τὰ λοιπὰ, ἢ πάντως ἀδύνατον; Οὐχί. Ὁ γὰρ Ἱπποκράτης ἔφη, σύῤῥοια μία, ξύμπνοια μία, τὰ πάντα ξυμ‐ παθέα. Τί πρὸς ταῦτα ἐροῦμεν; καὶ φαμὲν ὅτι, κᾂν ἐγχωρῇ ἑνὸς παρατρεπομένου, καὶ παρὰ φύσιν γινομένου, τὰ λοιπὰ μέ‐ νει ἀπαθῆ. Καὶ γὰρ καὶ ὁ λόγος τοῦτο δείκνυσιν, ἔτι μὴν
20καὶ ἡ πεῖρα καὶ χρησώμεθα παραδείγματι. Ὑποκείσθω λέβης τεθερμασμένος, διάπυρος, κενὸς, καὶ ὕδωρ ψυχρόν· τοῦτο τὸ ὕ‐ δωρ ἐπιχέομεν εἰς τὸν λέβητα, καὶ ἁψόμεθα τὸ ὕδωρ, καὶ εὑ‐ ρήσομεν μήπω θερμανθὲν καὶ διάπυρον γενόμενον ἐν ἕξει· ὁ μὲν γὰρ λέβης τότε ἐν ἕξει μὲν ἔχει τὴν θερμασίαν, σχέσει
25δὲ τὸ ὕδωρ· ἄλλο γὰρ ἐστὶ σχέσις καὶ ἄλλο ἕξις· ἕξιν μὲν λέγομεν ἔχειν τὴν θερμασίαν, σχέσιν δὲ λέγομεν θερμαίνεσθαι τὸ ὕδωρ, καθόσον ἡ μετάδοσις τῆς θερμασίας ἐφάπτεται τοῦ ὕδατος. Καὶ ἐντεῦθεν ἡμῖν ἀναφαίνεται ὅτι δυνατὸν τῶν στε‐ ρεῶν πρῶτον ἐφάπτεσθαι τὸν πυρετὸν, εἶθ’ οὕτως καὶ κατὰ με‐
30τάδοσιν πάσχειν καὶ τὰ ὑγρὰ, ἢ καὶ τὰ πνεύματα. Ἁρμόσω‐ μεν οὖν ἐξ ἀντιστρόφου τὸ αὐτὸ παράδειγμα καὶ εἰς τὸν ἐ‐ πὶ ὑγροῖς πυρετόν. Ὁ αὑτὸς λέβης ὑποκείσθω, πλὴν μηκέτι διά‐ πυρος, ἀλλὰ ψυχρός· ἐνεγκάτω οὖν τις ὕδωρ θερμὸν καὶ διά‐ πυρον καὶ ἐπιχεέτω κατὰ τοῦ λέβητος, εὑρήσωμεν πάλιν ἐνταῦ‐
35θα τὸ μὲν ὕδωρ ἕξει ἔχοντα τὴν θερμασίαν, τὸν δὲ λέβητα
σχετικῶς θερμαινόμενον. Καὶ τὶ πάλιν ἐνταῦθα καρπούμεθα, ὅ‐17

18

τι τῶν ὑγρῶν πασχόντων, καὶ ἐν ἕξει ἐχόντων τὸν πυρετὸν ἀπαθῆ μένουσι τὰ στερεὰ, μόνον δὲ σχετικῶς ἔχοντα τὴν θερ‐ μασίαν. Ἰδοὺ τῶν δύο γενικῶν πυρετῶν ἔχεις τὸ παράδειγμα, τοῦ τε ἑκτικοῦ τοῦ ἐπὶ στερεοῖς, καὶ τοῦ ἐπὶ ὑγροῖς. Ἆρα
5δὲ ἀποροῦμεν καὶ παραδείγματος ἐπὶ τῶν ἐφημέρων; καὶ τού‐ του ὁ Γαληνὸς παράδειγμα προτίθησι. Νοησόν μοι φύσαν χαλ‐ κευτικὴν, ταύτην δὲ πλησίον κειμένην τῆς καμίνου καὶ ἐν τῷ ἐνεργεῖν, ἐπισπᾶσθαι πρὸς ἑαυτὴν θερμὸν ἀέρα διὰ τοῦ αὐλοῦ· καὶ τὶ λέγομεν τότε; ὅτι τὸ πνεῦμα τὸ ἐν αὐτῇ πε‐
10ριεχόμενον ἕξει θερμὸν ἐστὶ, σχετικῶς δὲ αὐτὴ θερμαίνεται. Περὶ τοῦ τοιούτου τοίνυν πυρετοῦ καὶ Ἱπποκράτης ἐν ἐπιδη‐ μίαις φησὶν, ὅτι πυρετοὶ, οἱ μὲν ὀξέες, οἱ δὲ συνεχεῖς καὶ διὰ μὲν τοῦ εἰπεῖν ὀξέες, ἐδήλωσε τὸν τριταῖον, διὰ δὲ τοῦ συνεχέες τὸν ἀμφημερινόν. Ἵνα δὲ μὴ νομίσῃς ὅτι ὅλος ὁ πυ‐
15ρετὸς συνεχὴς ἐστὶ, προστέθηκε τὸ μὲν ὅλον οὐ διαλειπόντες. Ἐπειδὴ γὰρ ὁ μὲν τριταῖος ἀπαιτεῖ διάλεμμα, ὁ δὲ ἀμφημε‐ ρινὸς συνέχειαν, διὰ τοῦτο μέσῃ φωνῇ χρησάμενος, εἶπε, τὸ μὲν ὅλον οὐ διαλείποντες. Ὁ αὐτὸς δὲ καὶ τὸ σπάνιον παραδοῦ‐ ναι ἔλεγεν, ὅτι ποτὲ ἐναντίῳ γίνεται· ὅτι ἐν τῇ πρώτῃ ἡμέ‐
20ρᾳ εἰσβάλλει μὲν ὁ ἀμφημερινὸς, ἐν δὲ τῇ δευτέρᾳ ὁ τρι‐ ταῖος, καὶ οὕτως ἐφεξῆς.
22t(θʹ.) Πόσαι διαφοραὶ τοῦ φλέγματος, καὶ ποῖαι αὐτῶν
23tποιοῦσι νοσήματα.
24Τοῦ φλέγματος διαφοραί εἰσι τέσσαρες, τὸ ὑαλῶδες, τὸ ὀ‐
25ξῶδες, τὸ ἁλυκὸν καὶ τὸ ἄποιον. Καὶ τὸ μὲν ὑαλῶδες καὶ18

19

ὀξῶδες ποιεῖ τ’ ἀνεκθέρμαντα ῥίγη καὶ τοὺς ἠπιάλους πυρε‐ τούς. τὸ δ’ ὑλικὸν, ὅταν μὲν σαπῇ, ποιεῖ τὸν ἀμφημερινόν· τὸ δὲ ἄποιον, ὡς κατὰ φύσιν ὑπάρχον, οὐδὲν τούτων ποιήσει. Ἰ‐ στέον δ’ ὅτι ἅπαντες οἱ προειρημένοι χυμοὶ, εἰμὴ σαπῶσιν,
5εἶδος πυρετοῦ οὐ ποιοῦσιν. Αἱ μὲν οὖν ὑποθέσεις τῶν πυρετῶν τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν ἐστὶν, ἅτινα στοιχεῖα τῶν σωμάτων ἡμῶν εἶναι λέγομεν, καὶ γίνε‐ σθαι τὰς νόσους, ἐπὶ δυσκρασίᾳ τούτων, ὧν μίαν εἶναί φαμεν· ἐπειδὰν ἐν τῇ καρδίᾳ ἐξ αὐτῶν τῶν προκαταρκτικῶν αἰτίων
10παρὰ φύσιν θερμότερος γένηται, οἷον φροντίδος, ἀγρυπνίας, λύ‐ πης, θυμοῦ, ἀπεψίας, κόπου, ψύξεως, ἐκκαύσεως, μέθης, καὶ τῶν τοιούτων. Ἡ δὲ διαφορὰ τῆς θερμότητος ἀπὸ τῆς τῶν ὑ‐ λῶν διαφορᾶς λαμβάνεται, τῆς δεχομένης τὴν πυρετώδη θερ‐ μότητα· τρεῖς γὰρ εἰσὶ κατὰ γένος, ἢ ἐν αὐτῷ τῷ σώματι
15τῆς καρδίας ἀναπτομένη ᾀεὶ, ἢ ἐν τοῖς χυμοῖς, ἢ ἐν τοῖς πνεύ‐ μασιν· ὁ γὰρ πυρετὸς τροπὴ ἐστὶ τοῦ ἐμφύτου θερμοῦ ἐπὶ τὸ θερμότερον καὶ δριμύτερον. Τὸ δ’ ἔμφυτον θερμὸν, τὸ ἐν τῇ καρδίᾳ, κέκλεισται μὲν ὑπὸ τῶν τεσσάρων χυμῶν, συνίσταται δὲ ἐν ὅλῳ τῷ σώματι. Πόσαι ποιότητες φλέγματος; Τέσ‐
20σαρες, ἡ παρὰ τὴν σύστασιν, ἡ παρὰ τὴν χροιὰν, ἡ παρὰ τὴν γεῦσιν, ἡ παρὰ τὴν κρᾶσιν ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χυ‐ μῶν αἱ αὐταὶ εἰσὶν.
23t(ιʹ.) Διὰ πόσας αἰτίας ἀνάπτονται οἱ πυρετοί.
24Ἀνάπτονται δὲ οἱ πυρετοὶ διὰ πέντε αἰτίας, ἢ διὰ πρό‐
25σθεσιν ἐπιτηδείας ὕλης, ἢ διὰ κίνησιν, ἢ διὰ στέγνωσιν, ἢ διὰ σῆψιν, ἢ διὰ προσομιστίαν ἑτέρου θερμοῦ. Καὶ διὰ μὲν πρόσθεσιν ἐπιτηδείας ὕλης, ὡς ὅταν θερμόν τι προςενεχθῇ ἀν‐ θρώπῳ, θερμὴν ἔχον τι τὴν κρᾶσιν, οἷον πέπερι, νᾶπυ σκόρο‐ δον, καὶ τὰ τούτοις ὅμοια, καὶ ἀναδιδομένη ἡ τούτων ποιό‐
30της εἰς τὴν καρδίαν, ἐκπυρώσει τὸ ἐν αὐτῇ ἐνεὸν ἔμφυτον θερ‐ μὸν, καὶ ἐξάψει πυρετόν; Τί ἐστι κίνησις; ἐξάλλαξις τοῦ προ‐ ϋπάρχοντος. Ποσαχῶς ἡ κίνησις; Διχῶς ψυχικὴ καὶ σωματική· καὶ ψυχικὴ μὲν ὡς ἐπὶ θυμῷ καὶ φροντίσι καὶ λύπῃ· ὁ γὰρ
πυρετὸς ζέσις ἐστὶ καὶ κίνησις σφοδρὰ τῆς θερμασίας, δηλονότι19

20

τῷ σώματι τῆς καρδίας καθιδρυμένη· συνεκθερμαίνεται δὲ αὐ‐ τὴ ποτὲ μὲν ὑπὸ τοῦ πνεύματος, ἔστι δ’ ὅτε καὶ ἡ τοῦ αἵματος οὐσία· καὶ εἰ μὲν ὑποδεχθέντα κατασχεθῇ, ἐπὶ πολὺ τὴν θερμασίαν ἀνάπτει, καὶ ἂν ἀπὸ τῆς καρδίας ἡ κίνησις
5καταστῇ, διαμένει ταῦτα παρὰ τὴν φύσιν θερμὰ, κᾀντεῦθεν πυρέττει· ὁ δ’ ἐπὶ λύπῃ πυρετὸς, οὐκέτι ζέσιν, ἀλλὰ κίνησιν ποιεῖται τοῦ ἐμφύτου θερμοῦ, τοῦ ἐν τῇ καρδία, καὶ ἀνάπτει πυρετόν· ὁ δ’ ἐπὶ κόπῳ τοῦ σώματος, κίνησιν ποιεῖται πλεί‐ ονα νεύρων καὶ μυῶν καὶ συνδέσμων καὶ ἄρθρων, ἃ δὴ καὶ
10πρῶτα θερμαίνεται, τῇ κινήσει τοῦ σώματος. Διὰ δὲ στέγνω‐ σιν, ἤτοι πύκνωσιν τοῦ δέρματος, ἀνάπτεσθαι πυρετὸν, ὁποῖος μάλιστα τοῖς συμπυκνωθεῖσιν εἴωθεν· Εἰ μὲν ἐν τῇ ἐπιφανείᾳ ἐστὶν ἡ πύκνωσις, ἢ ἐπὶ ψύξιν ἐστὶν, ἢ ἐπὶ ξηρότητα, ἢ ἐ‐ πὶ στύψιν, καὶ ἀνάπτει πυρετόν· ἀθροιζομένης γὰρ ἐν τῷ σώ‐
15ματι τῆς δακνώδους ἀποῤῥοῆς καὶ τῶν περιττωμάτων, ἀνά‐ πτεται ὁ πυρετός· εἰ δὲ ἐν τῷ βάθει εἴη, ἢ ἐπὶ πλήθει χυ‐ μῶν, ἢ ἐπὶ παχύτητι ἢ ἐπὶ γλισχρότητι, εἰ μὲν ἀτμῶδες εἴη τὸ περιεχόμενον ποιεῖ πληθώραν, εἰ δὲ καπνῶδες, ἢ λι‐ γνῶδες ποιεῖ ἐφήμερον πυρετόν· διαπνεῖται γὰρ ᾀεὶ τὰ τῶν
20ζώων σώματα, κατὰ διττὸν τρόπον ἀποχρωμένων εἰς τοὐκτὸς τὰ τῶν καπνωδῶν καὶ λιγνωδῶν περιττωμάτων. Ἑλκομένης ἐκεῖσε τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας, ἐπειδάν τις αἰτία τὸ δέρμα πυκνώσῃ, ἢ τὰς διόδους στεγνώσῃ, πυρετὸν ἀνάπτει, δριμὺ δὲ ἀποῤῥεῖ καὶ δα‐
25κνῶδες περίττωμα τοῖς φύσει κακοχύμοις, καὶ τοῖς μοχθηρὰ ἐδέ‐ σματα ἑαυτοῖς προσφέρουσιν, ὡς πολλάκις ἀπεπτοῦσι. Τὸ δὲ πλῆ‐ θος τούτων ἢ πρὸς τὰ ἀγγεῖα ἐστὶν, ἢ πρὸς τὴν δύναμιν καὶ τὴν ποιότητα, καὶ ποιεῖ πυρετὸν, ἀσθενούσης δηλονότι τῆς δυ‐ νάμεως, καὶ μὴ δυναμένης μεταβαλεῖν τὸ ἄχρηστον εἰς χρη‐
30στόν. Εἰ δὲ πρός τ’ ἀγγεῖα ᾖ, τὸ πλῆθος δριμὺ ἐστὶν ἢ γλίσχρον καὶ παχὺ, καὶ ποιεῖ τὸν ἐπὶ σήψει πυρετόν. Εἰ γὰρ μὴ, ὡς προεῖπον, σαπῇ, οὐ ποιεῖ πυρετὸν, εἰ δὲ δριμὺ εἴη, κᾂν μὴ σαπῇ, ἀλλὰ τὸν ἐπὶ ζέσει ποιεῖ πυρετὸν.
34t(ιαʹ.) Ποῖα τῶν πυρετῶν γένη καὶ τίνες αἱ διαφοραί.
35Τῶν πυρετῶν διτταὶ εἰσὶν, ὡς εἴπομεν αἱ διαφοραὶ οὐσι‐20

21

ώδεις καὶ ἐπουσιώδεις. Τὰ δὲ γένη αὐτῶν τρία εἰσίν· τὰ μὲν γὰρ αὐτῶν ἐπὶ ὑγροῖς γίνονται, τὰ δὲ ἐπὶ στερεοῖς, τὰ δὲ ἐ‐ πὶ πνεύμασι.
4t(ιβʹ.) Πόσοι συνεχεῖς καὶ πόσοι διαλείποντες.
5 Ἰστέον ὅτι τρεῖς εἰσὶν συνεχεῖς, καὶ τρεῖς διαλείποντες· τρι‐ ταῖος καὶ τεταρταῖος. Οὗτοι πότε μὲν γίνονται συνεχεῖς, πότε δὲ διαλείποντες. Καὶ ποίῳ τρόπῳ γίνονται οὕτως; Ὁπόταν ἂν τὸ εἶδος ἑκάστου τούτων τῆς ὕλης εὑρεθῇ σαπὲν, εἰ μὲν ἐν‐ τὸς τῶν ἀγγείων, τοὺς συνεχεῖς πυρετοὺς ἐργάζεται, εἰ δὲ ἐ‐
10κτὸς, ποιεῖ τοὺς διαλείποντας. Καὶ ὁ μὲν τεταρταῖος ἐπὶ σπληνὶ κακοπραγοῦντι συνίσταται, ὁ δὲ ἀμφημερινὸς ἐπὶ στομάχῳ κα‐ κοπραγοῦντι, ὁ δὲ τριταῖος ἐπ’ αὐτῇ τῇ χοληδόχῳ κύτει.
13t(ιγʹ.) Ποίῳ τρόπῳ γίνονται νόθοι ἀμφημερινοὶ τριταῖοι καὶ
14tτεταρταῖοι, καὶ ποῖοι τῶν νόθων εἰσὶν εὐήθεις, καὶ
15tποῖοι κακοήθεις.
16 Γίνονται μὲν οὖν νόθοι τεταρταῖοι, ὁπόταν οὐ κρατῇ ὁ με‐ λαγχολικὸς χυμὸς ἐν τούτοις, ἀλλὰ σαπῇ μὲν πλεῖον τὸ με‐ λαγχολικὸν περίττωμα, ἧττον δὲ τὸ ξανθοχολικόν· τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀμφημερινῶν, ὅταν τὸ φλέγμα οὔτε ἄκρατον, ἀλ‐
20λὰ τῷ ξανθοχολικῷ χυμῷ μεμιγμένον ᾖ· καὶ οὗτοι μὲν οἱ νόθοι τριταῖοι νόου πραΰτεροι, ὁ δέ γε νόθος τριταῖος, τού‐ των κακοηθέστερος διὰ τὴν ξανθὴν χολὴν, μὴ ἄκρατον, ἀλλὰ καὶ φλεγματώδους, οὐκ ὀλίγης ὑγρότητος μετέχειν αὐτήν· ἡ γὰρ ἄκρατος τὸν μακρότατον ἀκριβῆ τριταῖον ἐν ἑπτὰ περιό‐
25δοις συνίστησι, τὸν δὲ οὐκ ἀκριβῆ τριταῖον, φησὶν ὁ Γαληνὸς οἶδα ποτὲ φθινοπόρῳ μὲν ἀρξάμενον, ἦρος δὲ παυσάμενον.
27t(ιδʹ.) Πῶς γίνεται ἡ πληθώρα.
28 Ἡ δὲ πληθώρα γίνεται ὅταν αἵματος πληρωθῶσι τ’ ἀγγεῖα, τὸ δ’ ἀτμῶδες τοῦ αἵματος καταῤῥέον ἔρχεται εἰς
30τὰς κενὰς χώρας, καὶ ἐκ τῆς αὐτοῦ ὑγρασίας πληροῦνται αἱ
κεναὶ χῶραι τῶν ἀγγείων, καὶ ποιοῦσι πληθώραν.21

22

(1t)

(ιεʹ.) Τί στέγνωσις καὶ ἔμφραξις.
2 Στέγνωσιν μὲν δὴ καλεῖ τὴν ἀπὸ ἡλιοκαΐας, ἢ στυπτη‐ ριωδῶν ὑδάτων, γενομένην περὶ τοὺς πύρους τοῦ δέρματος, ἢ καὶ ἀπὸ τῆς καταψύξεως, ἥτις ποιεῖ ἐφήμερον πυρετόν· ἔμ‐
5φραξιν δὲ καλεῖ τὴν ἐπὶ παχέων καὶ γλίσχρων χυμῶν γινο‐ μένην περὶ τὰς ἐν τῷ βάθει διόδους, ἥτις ποιεῖ τὸν ἐπὶ σή‐ ψει πυρετόν.
8t(ιϛʹ.) Διατὶ ἐπὶ τῶν ἀπεπτησάντων, οἱ μὲν ἐπύρεξαν,
9tοἱ δὲ οὐδαμῶς.
10 Τοῖς μὲν κακοχύμοις, ἢ σαπῶς διαιτωμένοις, ἢ πονήσασιν ἀκαίρως, ἢ λυσαμένοις προπετέστερον, ἕτοιμον παρέξαι· τοῖς δ’ εὐχύμοις καὶ καλῶς διαιτωμένοις, ἡσυχάσασί τε καὶ θάλψασι τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀδύνατον πυρέξαι.
14t(ιζʹ.) Πόθεν καὶ πῶς γίνονται τὰ λοιμικὰ νοσήματα
15tκαὶ τὶς ἡ αἰτία τούτων.
16 Τῶν δὲ λοιμικῶν νοσημάτων, ἡ εἰπνοὴ μάλιστα αἰτία· γί‐ νεται δὲ ποτὲ καὶ διὰ τοὺς ἐν τῷ σώματι χυμοὺς, ἐπιτη‐ δείους πρὸς σῆψιν ὑπάρχοντας, ὅτ’ ἂν ἀφορμήν τε τινὰ βρα‐ χεῖαν ἐκ τοῦ περιέχοντος πυρετοῦ λάβῃ τὸ ζῶον, ὡς τὰ πολ‐
20λὰ δὲ ἐκ τῆς ἀναπνοῆς τοῦ πέριξ ἀέρος, ὑπὸ σηπεδωνώδους ἀναθυμιάσεως μιανθέντος.
22t(ιηʹ.) Τίς ἡ τῆς σηπεδόνος ἀρχή.
23 Ἡ δὲ ἀρχὴ τῆς σηπεδόνος ἤτοι πλῆθός τι νεκρῶν ἐστὶ, μὴ καυθέντων ἐν πολέμοις, ἢ ἐκ τέλματος, ἢ λιμνῶν, ἢ βαρά‐
25θρου τινὸς περικειμένου, καὶ ἀναθυμίασιν δηλητηριώδη καὶ πο‐ νηρὰν ἀναπέμποντος ὥρᾳ θέρους· τὸ δὲ εἶναι καὶ τοὺς κατὰ σῶμα χυμοὺς ἐκ πονηρᾶς διαίτης ἐπιτηδείους πρὸς τὴν σῆψιν, ἀρχὴ τοῦ λοιμώδους γίνονται πυρετοῦ· οὐδὲν γὰρ τῶν αἰτίων ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν πέφυκε· καὶ
30ψύξις πολλάκις ἤνεγκε νοσήματα· πυκνοὶ γὰρ τὴν ἐπιφάνειαν, ἀδιαπνευστοῦσιν οἱ χυμοὶ, καὶ τῇ σήψει ποιοῦσι πυρετόν.
Ἀλλὰ καὶ ἐπὶ ξηρότητι λοιμικὰ νοσήματα γίνονται, καθὰ φησὶν22

23

Ὅμηρος κύνας ἀργοὺς, ὡς ξηρότερον πάθος πρῶτον, ὥςπερ καὶ αἱ θερμότεραι τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις· οἷα περὶ κυνὸς ἐπιτολὴν ἄρτι, διὰ μὲν τῆς εἰςπνοῆς θερμαίνουσι τὴν καρδίαν, ἔξωθεν δὲ περικεχυμένου τῷ σώματι σύμπαντος τοῦ
5θερμοῦ ἀποθερμαίνουσι, καὶ μάλιστα τὰς ἀρτηρίας, ὡς ἀνελ‐ κούσας τι τοῦ περιέχοντος ἀέρος. Συνδιατίθεσθαι δὲ τὴν καρ‐ δίαν, καὶ τὸ ἐν αὐτῇ ἔμφυτον θερμὸν, καὶ θέρμης ἀμέτρου γινομένης, τὴν πυρετώδη διάθεσιν ἴσχειν.
9t(ιθʹ.) Πῶς διὰ σῆψιν γίνεται πυρετός.
10 Ὅταν οἱ χυμοὶ σαπῶσιν ἐν τῷ βάθει καὶ ἀναδοθῇ τούτων ἡ σῆψις ἐν τῇ καρδίᾳ, καὶ μολύνῃ αὐτῆς τὸ ἔμφυτον θερμὸν ἀνάπτει πυρετόν. Διὰ δὲ προσομιλίαν θερμοῦ, ὡς ὅταν ἐν ἡ‐ λίῳ θερμανθῇ ἡ κεφαλὴ ὑπὲρ πολλὰς καὶ τὸ δικτοειδὲς πλέγ‐ μα, καὶ διὰ τῶν ἀρτηριῶν μεταδοθῇ τῇ καρδίᾳ καὶ ἐξάψῃ τὸν
15πυρετόν.
16t(κʹ.) Περὶ σημείων εἰσβολῆς πυρετοῦ.
17 Σημεῖα δὲ εἰσβολῆς πυρετοῦ ταῦτα· ἡ ἐκ τοῦ βάθους ἀ‐ ναδιδομένη θερμασία, χάσμη, σκορδινισμὸς, ναυτίαι, ἔμετος, κα‐ ταφορὰ πρὸς ὕπνον, βήχιον μικρὸν, ὑπότραχυ, ἄκρων κατά‐
20ψυξις· καὶ ταῦτα μὲν τὰ ἔξωθεν γνωρίσματα. Ἀπὸ δὲ τῆς τῶν σφυγμῶν κινήσεως διαγινώσκεται ἡ εἰσβολὴ τοῦ πυρετοῦ ἐκ τε τῆς σμικρότητος καὶ τῆς ἀνωμαλίας καὶ τοῦ διαλείπειν. Καὶ ἐν μὲν τῇ ἀρχῇ τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ κατε‐ πείγει μᾶλλον ἡ συστολὴ τοῦ σφυγμοῦ μετά τινος ἀνωμαλίας
25καὶ σμικρότητος· ἐν δὲ τῇ ἀναβάσει μοχθηροί πως γίνονται, ἐπαυξανομένης τῆς διαστολῆς μέχρι τελείας ἀκμῆς. Ἐπιτει‐ νομένης δὲ τῆς θερμασίας, πρῶτον τὸ μέγεθος αὔξεται, εἶτα προσλαμβάνεται δὲ καὶ τὸ τάχος. Ὅταν γὰρ ἱκανῶς ἐκπυρω‐ θῇ ὁ πυρετὸς, μεγάλους ἅμα τε καὶ ταχεῖς ἐργάζεται τοὺς σφυγ‐
30μούς· εἰ δὲ πλέον, καὶ τοὺς πυκνοὺς.
31t(καʹ.) Πῶς γίνονται ἱδρῶτες ἐπὶ τῶν πυρετῶν.
32 Ἕπονται δὲ τοῖς πυρετοῖς καὶ ἱδρῶτες τρόπῳ τοιούτῳ· ὁ‐ πόταν οἱ ἀτμοὶ ἤγουν ὁ ἀὴρ κρατηθῇ ἔνδον τοῦ σώματος καὶ
διάπυρος γένηται ὑπὸ τῆς θερμότητος, διαχέει τὰ περιεχόμενα23

24

ὑγρὰ ὑπὸ τῆς ἔνδοθεν ὠθούμενα ἐν ὅλῳ τῷ σώματι, καὶ προ‐ σπίπτοντα ἐπὶ τοὺς πόρους τοῦ σώματος ἐξωθεῖ τὰ περιεχό‐ μενα περιττώματα, καὶ ποιεῖ τοὺς ἱδρῶτας διαχεόμενα ἔ‐ ξωθεν· οὕτω γὰρ οἱ ἀτμοὶ συνιστάμενοι εἰς τὸ ὕδωρ ἀναλύ‐
5ονται, καὶ δὴ ἐπὶ τῶν ἑψομένων ὑδάτων ἔστιν ἰδεῖν. Πόσα γε‐ νεσιουργὰ αἴτια τῶν ἱδρώτων; Τέσσαρα. Ποιητικὸν αἴτιον, ὀρ‐ γανικὸν, καὶ τελικόν· καὶ ποιητικὸν μὲν αἴτιον τῶν ἱδρώτων οὐχ’ ἕν, ἀλλὰ πλείονα, τὸ ὧν πρῶτον τὸ δι’ ἀσθένειαν καὶ καταβολὴν τῆς καθεκτικῆς δυνάμεως ποιοῦν τοὺς ἱδρώτας. Τοι‐
10γὰρ ὅτι τὸ λόγῳ τροφῆς φερόμενον ἐν ὅλῳ τῷ σώματι διὰ τὴν ἀσθένειαν οὐ κατέχεται ὥςτε ἀλλοιωθῆναι ἢ πεμφθῆναι καὶ ἐξομοιωθῆναι, ὅπερ μὴ κατεχόμενον κενοῦται ἱδροτοειδῶς, δίκην ἀψύχου· δεύτερον, τὸ ἐπὶ πλημμελεῖ βλάβῃ τῆς ἀποκριτικῆς δυνάμεως γινόμενον. Τοιγὰρ ὅτι τῆς ἀποκριτικῆς δυνάμεως πλη‐
15μελῶς βεβλαμμένης οὐκ ἀναμένει ἡ ἀπόκρισις τὴν ἀλλοίωσιν καὶ τὴν πέψιν τῆς τροφῆς, ἀλλὰ πλημελῶς ἐνεργοῦσα, ἐπεγεί‐ ρεται πρὸς ὥρας, καὶ ἀποκρίνει τάχιον τῷ λόγῳ τροφῆς τοῦ σώματος αὐτῷ προςενεχθὲν καὶ ποιεῖ τοὺς ἱδρῶτας. Τρίτον· τὸ ἀπὸ τῶν ἔξωθεν προσομιλοῦν βιαστικῶς καὶ προςπίπτον, ὡς ἡ‐
20λιοκαΐα· τῇ γὰρ προσομιλίᾳ τῆς θέρμης ἐπισπᾶται βίᾳ τινὶ τὴν ἔνδοθεν ὑγρότητα τοῦ σώματος, καὶ ποιεῖ τοὺς ἱδρῶτας. Ἀλλὰ καὶ ἀλοιφαὶ θερμότεραι ποιοῦσιν ἱδρῶτας, καὶ τὰ θερμὰ καὶ δριμέα φάρμακα ἐπιτιθέμενα ποιοῦσιν ἱδρῶτας, τούτων δὲ ἓν εἶδος ἐστὶ καὶ τὸ λουτρὸν, καὶ γὰρ τὸ λουτρὸν βία τινὶ ἐπισπᾶται
25τῇ θερμότητι τοῦ ἀέρος, καὶ ποιεῖ τοὺς ἱδρῶτας. Τέταρτον αἴτιον ἱδρώτων. Τὸ διὰ σύντηξιν τῆς πιμελῆς γινόμενον, καὶ γὰρ ἐπὶ δα‐ πάνῃ καὶ συντήξει τῆς πιμελῆς γίνονται ἱδρῶτες· καθ’ ἣν καὶ αἱ συγκοπαὶ ἐπακολουθοῦσι. Γίνεται δὲ τοῦτο ἐπὶ ὀξεῖ καὶ δια‐ καεῖ πυρετῷ, καὶ ἐπὶ κακοηθείᾳ τοῦ νοσήματος, λέγω δὲ τῇ
30συντήξει τῆς πιμελῆς, καθ’ ἣν καὶ αἱ συγκοπαὶ γίνονται καὶ οἱ ἱδρῶτες οἱ συγκοπικοὶ λεγόμενοι. Ὀργανικὸν δὲ αἴτιον τῶν ἱ‐ δρώτων οἱ πόροι, δι’ ὧν διέρχονται οἱ ἱδρῶτες. Τί ἐστιν ὑ‐ λικὸν αἴτιον τῶν ἱδρώτων; Κόπος. Τελικὸν δὲ αἴτιον τῶν ἱ‐ δρώτων, ἡ ἑπομένη εὐφορία καὶ δυσφορία τῶν οὕτως εἰρη‐
35μένων.24

25

(1t)

(κβʹ.) Πῶς γίνονται πόνοι τῆς κεφαλῆς.
2 Γίνονται δὲ καὶ οἱ πόνοι τῆς κεφαλῆς ἐπὶ τῶν πυρεττόν‐ των, ὅταν αἱ φλέβες πλησθῶσι τῇ βίᾳ καὶ τῇ τάσει τῶν συνερχομένων ἔνδον πνευμάτων, ἀνάγκη πάντως τὴν κεφαλὴν
5ἀπὸ τούτων ἀλγεῖν.
6t(κγʹ.) Περὶ ἐφημέρων πυρετῶν τε καὶ τῆς αὐτῶν διαγνώσεως.
7 Εἰρηκότες οὖν τὰ γένη καὶ τὰ εἴδη τῶν πυρετῶν, εἴπωμεν λοιπὸν καὶ περὶ ἐφημέρου πυρετοῦ, συνόχου, ἑκτικοῦ καὶ μα‐ ρασμοῦ. Καὶ λέγομεν ὅτι οἱ μὲν ἐφήμεροι πυρετοὶ τοῦ πνεύ‐
10ματος αὐτοῦ μόνου ὑπάρχουσι παθήματα ἐπὶ προκαταρκτικῇ τινι αἰτίᾳ γινόμενοι, οἷον κόπῳ, μέθῃ, φροντίδι, καὶ ἀγρυπνίᾳ καὶ ἀπὸ προσκόμματος τοῦ βουβῶνος. Διαγινώσκονται δὲ οὗ‐ τοι πρῶτον μὲν ἀπὸ (τῶν) σφυγμῶν, δεύτερον δὲ ἀπὸ τῶν οὔρων· καὶ ἀπὸ μὲν τῶν σφυγμῶν, ὅτι ἐπ’ αὐτῶν ἀτμω‐
15δεστέρᾳ φαίνεται καὶ ἔνυδρος ἡ ἁφὴ τοῦ σώματος (τῆς) ἀρ‐ τηρίας, καὶ οἱ σφυγμοὶ εἰς τάχος ἐπιδίδονται, τὴν κατὰ φύσιν σώζοντες ὁμαλότητά τε καὶ μαλακότητα καὶ τάξιν. Ἀπὸ δὲ τῶν οὔρων, τὰ μὲν ἐναιωρήματα, τὰ δὲ ὑπόστασιν ἔχοντα· εὐχρόα δὲ πάντα, καὶ πάντων αὐτῶν ἄπεστι τὰ κακοήθη συμ‐
20πτώματα. Ἴδιον δὲ τῶν ἐφημέρων πυρετῶν καὶ τὸ μετὰ νοτίδος τινὸς ἢ ἱδρώτων ἀποπαύεσθαι τὴν παρακμὴν τῆς τούτων θερμασίας· καὶ ταῦτα μὲν χωρὶς τῶν ἀναπτομένων πυρετῶν ἐπὶ χυμῷ τινι ζέ‐ σαντι ἢ σαπέντι, ἢ μωρίου φλεγμονῆς καὶ στεγνώσεως.
24t(κδʹ.) Περὶ τῆς τῶν συνόχων πυρετῶν διαγνώσεως.
25 Τῶν δὲ συνόχων πυρετῶν γένος διττόν· οἱ μὲν γὰρ αὐτῶν γίνονται ἐπὶ ζέσει τοῦ αἵματος ἐν τῇ κοίλῃ φλεβί· οἱ δὲ ἐ‐ πὶ σήψει. Καὶ οἱ μὲν ἐπὶ ζέσει τοῦ αἵματος ὀλιγοχρονιώ‐ τεροί εἰσι καὶ ἀκινδυνώτεροι, οἱ δὲ ἐπὶ σήψει πολυχρονιώτε‐ ροι τοὐναντίον καὶ ἐπικινδυνώτεροι. Τούτων δὲ αὖ τῶν συνό‐
30χων ὁ σύμπας χρόνος εἷς ἐστι παροξυσμὸς, ἤτοι διὰ παντὸς ὁμότονος, ἢ μειούμενος, ἢ μὴ αὐξανόμενος ἄχρι κρίσεως, ἄνευ
περιόδων τινῶν, καὶ οὐδείς ἐστιν ἐπ’ αὐτῶν ὁ πεπονθὼς τό‐25

26

πος ἐξαίρετος. Ἀλλ’ οἱ κατὰ τὰς μεγίστας τε καὶ θερμοτάτας ἀρτηρίας καὶ τὰς φλέβας ἁπάσας χυμοὶ, καὶ μάλισθ’ ὅσοι διὰ σηπεδόνα ὠμῶν χυμῶν τινων, ἢ διὰ ζέσιν, ἀνάπτουσι πυρετὸν ἕνα σύνοχον ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀδιάλειπτον, ἕως τοσού‐
5του παραθερμαίνοντά τε καὶ διακαίοντα τὸν ἄνθρωπον, ἄχρι περ ἂν οἱ γεννῶντες αὐτὸν χυμοὶ δαπανηθῶσιν ἢ πεμφθῶσιν ἢ πάθωσι τὸ συναμφότερον.
8t(κεʹ.) Πῶς ἔστι διακρίνειν σύνοχον ἐπὶ ζέσει ἢ ἐπὶ σήψει.
9Διαγινώσκονται καὶ οὗτοι ἐκ τῶν σφυγμῶν καὶ τῶν οὔρων.
10Ἀπὸ μὲν τῶν σφυγμῶν, καθ’ ὃ ἐπὶ μὲν τοῦ ἐπὶ ζέσει μεγά‐ λοι τε εἰσὶν οἱ σφυγμοὶ καὶ ταχεῖς, καὶ κατεπείγει μᾶλ‐ λον ἡ διαστολὴ εἰς τὸ εἰσαγαγεῖν τῇ καρδίᾳ καθαρὸν ἀέρα καὶ εὐκρατῶσαι αὐτῆς τὸ ἔμφυτον θερμόν. Τὸ δὲ οὖρον ἐπὶ τούτων διάπυρόν τε ἐστι καὶ καταβεβαμμένον ἐκ τῆς χολῆς. Ἐπὶ δὲ τοῦ
15ἐπὶ σήψει τοὐναντίον κατεπείγει μᾶλλον ἡ συστολὴ τοῦ σφυγ‐ μοῦ διὰ τὸ ἐξωθῆσαι τὴν ὑποκειμένην σῆψιν ἐν τῷ βάθει, καὶ δακνῶδές τι τῇ ἁφῇ τῶν δακτύλων ὑποπίπτει (ἐπὶ) τῷ σώ‐ ματι τῆς ἀρτηρίας. Τὸ δ’ οὖρον ἐπὶ τούτους λευκότερόν τε καὶ σεσηπὸς φαίνεται· καὶ ταῦτα μὲν τῶν συνόχων πυρετῶν
20γνωρίσματα· διέλθωμεν λοιπὸν καὶ περὶ τοῦ καύσου, καὶ ἑκτι‐ κοῦ, καὶ μαρασμοῦ. Ὁ σύνοχος ἢ ἐπὶ ζέσει αἵματος γίνεται καὶ ἀνάγεται ὑπὸ τοὺς πολυμέρους ἐφημέρους, ἢ ἐπὶ σήψει αὐτοῦ, καὶ ἀναφέρεται με‐ ταβληθέντος εἰς χολὴν, ὑπὸ τοῦ ἐπὶ σήψει. Οἱ διαλείποντες, οὐ διὰ
25τὸ σχῆμα τῶν τοιούτων, ἀλλὰ δι’ ἀντίθεσιν διαφέρουσι τῶν συνό‐ χων, ὅπου γὰρ ἡ ὕλη ἔξω τῶν ἀγγείων, ἤ τι καὶ τῶν σαρκωδῶν μορίων σαπῇ, διαλείποντα τὸν πυρετὸν ἀπεργάζεται.
28t(κϛʹ.) Περὶ καύσου πυρετοῦ.
29Ὁμοίως δὲ καὶ καῦσός ἐστι πυρετὸς διακαὴς, ἀνενδότως δια‐
30καίων, καὶ καταναλίσκων τὰ ἐν τῷ σώματι ὑγρά· τὸ δὲ σύμ‐ παν σῶμα τῶν καμνόντων θερμόν τε καὶ ἐκπυρούμενον ἐντεῦ‐ θεν γίνεται, καὶ διακαίεσθαι τὴν κεφαλὴν δοκοῦσιν οἱ κάμνον‐ τες, χαίρουσι καὶ ἥδονται τοῖς ψυχροῖς, καὶ οἱ ὀφθαλμοὶ δὲ
αὐτῶν ἐρυθρώτεροι μετὰ ξηρότητός τινος, καὶ ἡ γλῶσσα τρα‐26

27

χεῖα καὶ μέλαινα. Οἱ δὲ σφυγμοὶ θερμοὶ καὶ ταχεῖς γίνονται ὑπερζεούσης τῆς χολῆς· τὰ δὲ οὖρα ἐπὶ τούτων θερμότερά ἐ‐ στι καὶ καταβεβαμμένα ἐκ τῆς χολῆς· ὁ δὲ Ἱπποκράτης λέ‐ γει, ὅτι οἱ πλεῖστοι τῶν πυρετῶν ἀπὸ χολῆς γίνονται.
5t(κζʹ.) Περὶ ἑκτικοῦ πυρετοῦ.
6 Ὁ δὲ ἑκτικὸς πυρετός ἐστιν ἀχώριστος, ἐκτήκων καὶ δα‐ πανῶν τὴν ἐν ἑκάστῳ μορίῳ παρεσπαρμένην ὑγρότητα σύμ‐ φυτον. Ἕπεται ὡς τὰ πολλὰ τοῖς ὀξέσι καὶ καυσώδεσι πυ‐ ρετοῖς μηκυνθεῖσι· γίνεται δέ ποτε καὶ κατὰ προσπάθειάν τινος
10μορίου κυρίου. Ἐπὶ τούτου ἐπίτασίς ἐστι θερμότητος καὶ ψυχρό‐ τητος, καὶ σῶμα κατὰ ξηρὸν ἐκτετηκὸς καὶ αὐχμῶδες· οἱ δὲ σφυγ‐ μοὶ πυκνοὶ, διακαίοντες καὶ διαβιβρώσκοντες τὴν ἀφήν. Ἴδιον δὲ ἑκτικοῦ πυρετοῦ τὸ μετὰ τὴν τροφὴν ἐπαύξεσθαι τὴν θερ‐ μασίαν, ὡς ἐπὶ τῆς τιτάνου· ἐπιβλισκομένου γὰρ ἐπ’ αὐτῆς
15τοῦ ὕδατος, ἐπαύξεται μᾶλλον καὶ ἀναζέει ἡ ἐν αὐτῇ ὑπο‐ κειμένη θερμότης.
17t(κηʹ.) Περὶ μαρασμοῦ πυρετοῦ.
18 Ὁ δὲ μαρασμός ἐστι πυρετὸς ἀδιάλειπτος, βληχρὸς, ἐκδα‐ πανῶν καὶ καταμαραίνων τὰ στερεὰ τοῦ σώματος μόρια· ἕ‐
20πεται δὲ ὡς ἐπίπαν τῷ προειρημένῳ πυρετῷ· μηκυνθεὶς γὰρ οὗτος καὶ καταναλώσας τὴν ἐν τοῖς μορίοις ὑγρότητα, ἀφικνεῖται ἐπ’ αὐτὴν τὴν καρδίαν, καὶ τὸ ἐν αὐτῇ σύμ‐ φυτον θερμὸν καταδαπανῶν, ποιεῖ τὸν μαρασμόν. Ἐπὶ τού‐ των γὰρ κατάβλυσις τῶν φυσικῶν δυνάμεων γίνεται, καὶ
25κατάπτωσις τοῦ παντὸς σώματος· τῆς γὰρ ἐμφύτου θερ‐ μότητος κατασβεννυμένης, ξηραίνεται καὶ μαραίνεται τὸ σύμ‐ παν σῶμα μὴ τρεφόμενον, δίκην δένδρου στερηθέντος τῆς ἰκ‐ μάδος, μαραθέντος τε καὶ ξηραθέντος ἐσχάτως· ἐπὶ τούτων οἱ ὀφθαλμοὶ τῶν καμνόντων κοῖλοι γίνονται, λήμας ἔχοντες, βλέ‐
30φαρα παραπλησίως τῶν νυσταζόντων, δέρμα λεῖον, ξηρὸν καὶ τεταμένον, σφυγμοὶ ἀμυδροὶ καὶ σκληροὶ καὶ μικροὶ τῶν ὅλων δυνάμεων ἐσχάτως καταβληθεισῶν.
33t(κθʹ.) Περὶ τῶν ἀμφημερινῶν πυρετῶν.
34Μετὰ δὲ τὰ γένη τῶν συνόχων πυρετῶν τῶν ἐντὸς τῶν27

28

ἀγγείων ἐχόντων τὴν ὕπαρξιν, εἴπωμεν λοιπὸν περὶ τῶν ἑ‐ κτὸς τῶν ἀγγείων ἐχόντων τὴν ὑποκειμένην καὶ πλεονεκτοῦσαν ὕλην, λέγω δὴ ἀμφημερινῶν, τριταίων, τεταρταίων.
4t(λʹ.) Περὶ τῶν εἰδῶν τοῦ μαρασμοῦ.
5 Τέσσαρα εἰσὶν εἴδη μαρασμῶν· πρῶτον μὲν τὸ κατὰ φύσιν, δεύτερον τὸ ἐκ νόσου γῆρας, τρίτον τὸ ἀπὸ ἑκτικοῦ μετα‐ πίπτον εἰς μαρασμὸν, καὶ τέταρτον ὁ περιφρυγὴς μαρασμός. Τί διαφέρει μαρασμὸς μαρασμώδους; ὅτι ὁ μὲν μαρασμώδης ἀπὸ ψυχρότητος δʹ. στοιχείων, ὡς ὕλη ἐστὶν ἐν ἡμῖν, ὁ δὲ μα‐
10ρασμὸς ὡς εἶδος· καὶ ἡ μὲν ὕλη ἔσωθεν τῶν ἀγγείων ἐστι, τὸ δὲ εἶδος αὐτά τ’ ἀγγεῖά εἰσι· Διττῆς γὰρ οὔσης ταύτης, τῆς μὲν προσεχοῦς, τῆς δὲ πόῤῥω, κατὰ μὲν τὴν συνέχειαν οὐ δύναται, διότι ἄλλο τὴν τοῦ ἄλλου ὕλην ἁρμόζει, κατὰ δὲ τὴν πόῤῥω πάλιν ἀδύνατόν ἐστιν. Ἡ κίνησις δὲ ἢ κατ’ οὐσίαν
15γίνεται, ἢ κατὰ συμβεβηκός· καὶ εἰ μὲν κατ’ οὐσίαν γίνεται ποιεῖ τὴν γένεσιν καὶ τὴν φθορὰν, εἰ δὲ κατὰ συμβεβηκὸς κατὰ τὸ μέγεθος γίνεται.
18t(λαʹ.) Τί ἐστιν ἀμφημερινὸς καὶ πόθεν γίνεται καί τινι ἕπεται.
19Οἱ μὲν ἀμφημερινοὶ πυρετοὶ τοῦ πνεύματος μόνου παθήματα ὑ‐
20πάρχουσι καὶ φλεγματικωτέροις καὶ ψυχροτέροις ἕπονται χυμοῖς, καὶ ψυχροτέραις καὶ ὑγροτέραις φύσεσί τε καὶ κράσεσιν, οἷον γέρου‐ σί τε καὶ παισὶ, καὶ βίοις ἀργοῖς, καὶ ὥραις καὶ χώραις καὶ διαιτήμασι καὶ τοῖς λοιποῖς ψυχροῖς καὶ ὑγροῖς συστοιχείοις χω‐ ρίοις. Οὗτοι δὲ γίνονται καὶ παροξύνονται ἐπὶ φλέγματι ση‐
25πομένῳ· τὸ γὰρ σαπὲν φλέγμα ὑπὸ φύσεως ὠθούμενον, καὶ διὰ τῶν αἰσθητικῶν ὀργάνων ἔξω σώματος φερόμενον, ἄρχεται ἀπὸ καταψύξεως τῶν ἄκρων, καὶ φρίκης πᾶσα δυσεκθέρμαν‐ τόν τε ἔχει, καὶ πολυχρόνιον τὴν ἐπὶ τὴν ἀκμὴν ἀνάβασιν, διά τε τὴν ψυχρότητα καὶ γλισχρότητα τοῦ ὑποκειμένου χυ‐
30μοῦ· διὰ ταῦτα βραδύτερός τέ ἐστιν ἐν ταῖς εἰσβολαῖς καὶ ἐν ταῖς ἀναβάσεσι τῶν παροξυσμῶν. Πανταχόθεν δὲ κατὰ τοὺς πόρους ἰσχόμενος θλίβει τε καὶ βαρύνει τὴν δύναμιν· ὑποτύ‐
φεται γὰρ καὶ ὑποκρύπτεται καὶ δυσέξαπτον καὶ καπνῶδες28

29

γίνεται, ὡς ἐπὶ τῶν ὑγροτέρων ξύλων τὸ πῦρ ἐστὶν ἰδεῖν. Οἱ δὲ σφυγμοὶ τούτων μικροὶ, ἀμυδροὶ, ἀραιοί τε καὶ ἀνώμαλοι γίνονται, καὶ τὸ διάλειμμα φαυλότερον τῶν ἄλλων ἐστίν. Οὖ‐ ρα δὲ λευκὰ καὶ λεπτὰ, ἢ παχέα καὶ θολερὰ, ἢ ἐρυθρὰ, ὡς
5ἐπὶ τὸ πολύ. Καὶ ταῦτα μὲν τοῦ ἀμφημερινοῦ τὰ γνωρίσματα.
6t(λβʹ.) Περὶ ἀκριβοῦς τριταίου.
7 Ὁ δὲ ἀκριβὴς τριταῖος γίνεται καὶ παροξύνεται ἐπὶ πλήθει καὶ σήψει τῆς ξανθῆς χολῆς· αὐτὴ δὲ πλημμυροῦσα καὶ ὑπὸ τῆς φύσεως ὠθουμένη ἔξω τῶν ἀγγείων, ἅτε δὴ καυσώδης οὖσα
10καὶ διὰ τῶν αἰσθητικῶν ὀργάνων ἔξω φερομένη, καταδάκνει τε καὶ σφοδρότερον τὸ ῥῖγος καὶ τὸν πυρετὸν ποιεῖ. Τὸ δὲ μέγιστον μῆκος τοῦ παροξυσμοῦ ἐστὶν ὡρῶν δέκα καὶ δύο, (καὶ) ἀποπαύεται καὶ λήγει εἰς καθαρὸν διάλειμμα. Ἕπεται δὲ θερ‐ μοτέραις καὶ χολωδεστέραις φύσεσί τε καὶ κράσεσι, καὶ βίῳ
15ἐπιπόνῳ, καὶ ὥρᾳ καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ διαίτῃ θερμῇ καὶ ξηρᾷ. Οὖρα δὲ θερμὰ καὶ ἐκχολούμενα· γίνεται δὲ ἐπὶ τού‐ των καὶ χολῆς ἔμετος καὶ διαχωρήματα παρόμοια· καὶ νύτ‐ τεται ὑπὸ τοῦ χρωτός· ὀλιγοχρονιώτερος δέ ἐστι τοῦ προει‐ ρημένου. Οἱ δὲ σφυγμοὶ ἐπὶ τούτων μεγάλοι τε καὶ πυκνοὶ
20καὶ ταχεῖς γίνονται.
21t(λγʹ.) Περὶ ἡμιτριταίου ἀκριβοῦς.
22 Ὁ δὲ ἀκριβὴς ἡμιτριταῖος καλούμενος, σύνθετός ἐστιν ἐκ τρι‐ ταίου διαλείποντος, καὶ συνεχοῦς ἀμφημερινοῦ, ἐπὶ χολῇ καὶ φλέγματι σηπομένοις συνιστάμενος, φυλάττων ἐν τοῖς παρο‐
25ξυσμοῖς ἀμφοτέρων τῶν χυμῶν τὰ ἰδιώματα τῆς κινήσεως· καὶ τοῦ μὲν ἀμφημερινοῦ καθ’ ἑκάστην παροξύνοντός τε καὶ κι‐ νουμένου· τοῦ δὲ τριταίου μίαν παρὰ μίαν.
28t(λδʹ.) Περὶ ἀκριβοῦς τεταρταίου.
29Τὸ δὲ τρίτον γένος τῶν διαλειπόντων πυρετῶν ὁ ἀκριβής
30ἐστι τεταρταῖος, πολυχρονιώτερος καὶ ἐπὶ μόνῳ γινόμενος τῷ μελαγχολικῷ χυμῷ, ψυχρῷ καὶ ξηρῷ τὴν κρᾶσιν ὑπάρχοντι. Ἡ εἰσβολὴ δὲ τούτου ὀστοκοπῶδες ῥῖγος ἐπιτεταμένον καὶ κρυ‐
ερόν· καὶ κατὰ βραχὺ ὑποστύφεται, καθάπερ τις ἢ ὄστρακον·29

30

ἐπειδὰν δ’ ἐξαφθῇ τις ἐξ αὐτοῦ φλὸξ, οὐδὲν ὑπολείπει, εἰ μή τι καπνῶδες ἐν τῷ παροξυσμῷ· ἐκκενοῦται γὰρ καὶ διαφο‐ ρεῖται τὸ ἐξαφθὲν τοῦ κινηθέντος χυμοῦ μελαγχολικοῦ, καὶ οὕτω γίνεται διάλειμμα καθαρόν. Ἕπεται δὲ ξηροτέραις καὶ ψυ‐
5χροτέραις φύσεσί τε καὶ κράσεσι, καὶ ὥραις, καὶ χώραις, καὶ ἡ‐ λικίαις καὶ διαίταις, ταῖς τὸν μελαγχολικὸν χυμὸν γεννώσαις. Οἱ δὲ σφυγμοὶ ἐπὶ τούτων μικροὶ καὶ μοχθηροὶ, βραδεῖς καὶ σκληροί· οὖρα δὲ ἐν μὲν τῇ ἀρχῇ λεπτά, προϊόντος δὲ τοῦ νοσήματος καὶ παρακμάσαντος, παχύτερα γίνεται.
10t(λεʹ.) Πῶς γίνονται οἱ διαλείποντες πυρετοί.
11 Οἱ δὲ διαλείποντες πυρετοὶ γίνονται αἰτίᾳ τοιαύτῃ, ὡς ἡ‐ νίκα ἡ ὕλη ὑπὸ τῆς φύσεως ὠθουμένη κινηθῇ πρὸς ἔκκρησιν· ταύτης δὲ κινουμένης μέρος φέρεται πρὸς τὴν καρδίαν καὶ νωθρεύει ταύτης τὸ ἔμφυτον θερμόν· τούτου δὲ ἀναθολουμέ‐
15νου καὶ νωθρευομένου ἐξάπτεται ὁ πυρετός. Τοῦτο δὲ γίνεται τῆς φύσεως προνοουμένης καὶ ἐπινοουμένης τὸν πυρετὸν πρὸς τὸ ἀναλῶσαι καὶ καταδαπανῆσαι τὰ πρόσω ῥηθέντα καὶ λυ‐ ποῦντα αἴτια· καὶ εἰ μὲν κατισχύῃ διὰ τοῦ ἑνὸς παροξυσμοῦ καταναλῶσαι πᾶσαν τὴν πλεονεκτοῦσαν ὕλην, καὶ ἐπιδαπα‐
20νῆσαι μέρος αὐτῆς, τὸ διάλειμμα ποιεῖ, καὶ ἄνεσιν προσλαμ‐ βάνουσα πόνον ἕτερον παροξυσμὸν, ἢ καὶ ἕτερον σκοπὸν ἔχουσα διὰ τὸ κατὰ μέρος δαπανῆσαι καὶ ἐξατμίσαι, ἢ ἀποτε‐ φρῶσαι πάντα τὰ ὑπολειφθέντα καὶ θλίβοντα αὐτὴν αἴτια.
24t(λϛʹ.) Τίνες λέγονται τριταιοφυεῖς καὶ τὶ διαφέρουσι τῶν συνόχων.
25 Ὁ συνεχὴς τριταῖος οὐ μόνον καῦσος λέγεται ἀλλὰ καὶ τρι‐ ταιοφυής. Διαφέρει δὲ ὁ σύνοχος τούτου, ὅτι ὁ μὲν ἐξ αἵμα‐ τος χολοδεστέρου γίνεται, ὁ δὲ σύνοχος ἐπὶ εἰλικρινῇ χολῇ.
28t(λζʹ.) Πῶς γίνονται αἱ φρίκαι.
29Πῶς δὲ προηγοῦνται αἱ φρίκαι καὶ οἱ τρόμοι ἐπὶ τῶν πα‐
30ροξυσμῶν, καὶ πῶς ἄρχονται οἱ πυρετοὶ, διεξερχώμεθα. Γίνονται δὲ αἱ φρίκαι διχῶς, ἢ γὰρ διὰ τὸ ποσὸν τῆς ὑποκειμένης
καὶ πλεοναζούσης ὕλης, ἢ διὰ τὸ ποιόν· τῶν γὰρ φυσῶν ἤ‐30

31

γουν τῶν πνευμάτων ἀθρόως ἐκ τῶν ἔνδοθεν κινουμένων, καὶ εἰς ὅλον τὸ σῶμα διαδραμόντων, καὶ οἱονεὶ ψυξάντων τὸ αἷμα, διὰ παντὸς τοῦ σώματος αἱ φρίκαι γίνονται. Τῆς γὰρ ὕλης ὡς ὑπὸ τῆς φύσεως κινουμένης καὶ οἱονεὶ ὠθουμένης, οἱ μύες
5καὶ τὰ νεῦρα χαυνούμενα καὶ δακνόμενα φρίττουσι καὶ ποιοῦσι τὴν φρίκην· εἰώθασι γὰρ καὶ δακνώδεις χυμοὶ καὶ ἀτμοὶ διὰ τῶν αἰσθητικῶν ὀργάνων διαφερόμενοι τὰς φρίκας καὶ τὰ ῥίγη ἐκγεννᾶν.
9t(ληʹ.) Τὰ ῥίγη πῶς προηγοῦνται καὶ πῶς συνίστανται καὶ
10tποῦ ἕπονται.
11 Προηγοῦνται μὲν ἐπὶ τῶν διαλειπόντων, συνίστανται δὲ, ἐπὶ τῶν ἠπιάλων πυρετῶν, λύονται δὲ ἐπὶ τῶν συνόχων καύσεων.
13t(λθʹ.) Πῶς γίνονται οἱ τρόμοι.
14Γίνονται δὲ καὶ οἱ τρόμοι τρόπῳ τοιῷδε· τὸ αἷμα φοβού‐
15μενον τὴν παροῦσαν φρίκην συννεύει πρὸς ἑαυτὸ, καὶ ἀποφεύ‐ γει πρὸς τὰ θερμότερα μέρη τοῦ σώματος· τούτου δὲ ἀνα‐ θολουμένου καὶ καθισταμένου ἐκ τῶν ἀκρωτηρίων ἐπὶ τὸ βά‐ θος, τὰ σπλάγχνα καὶ τὰ στερεὰ τρέμουσι, καὶ συγκλονεῖται βίᾳ τὰ πέρατα τοῦ σώματος.
20t(μʹ.) Πόθεν γίνεται ὁ τρόμος ἐπὶ τῶν γερόντων.
21 Γίνεται δὲ ὁ τρόμος τῷ ἑλκύειν μὲν ἐπὶ τὸ βάθος τὸ μό‐ ριον, τὴν δὲ ψυχικὴν δύναμιν ἐπὶ τὰ ἄνω, καὶ τοῦτο κατὰ διάθεσιν καὶ συνεχῶς γινόμενον ἐργάζεται τὸν τρόμον· ὅθεν λοι‐ πὸν καὶ ἐπὶ τὸ κάτω νεύουσιν ἐπὶ τὴν γῆν σπεύδοντες, ὅπου
25καὶ ἡ φύσις βιάζεται, ὅθεν καὶ βακτηρίαις ἑαυτοὺς, καθάπερ τοίχοις παλαιοῖς, ἀντὶ ξύλων στηρίζουσιν. Ὅθεν διὰ τὸν λόγον τῆς ἀσθενείας τῶν δυνάμεων ἀπροαιρέτως καὶ σκύβαλον καὶ οὖρον ἐκφέρουσιν.
29t(μαʹ.) Τί διαφέρει ὁ τρόμος τῆς φρίκης.
30Οὐδὲν διαφέρει τὰ γὰρ αὐτὰ γένη κοινά εἰσιν. Ὥςπερ γὰρ31

32

ἐπὶ τῶν λεβήτων ἀτμὸς ἐξ αὐτῶν ἀνέρχεται πολὺς, ἐψηνου‐ μένου τοῦ ἐν αὐτῷ ὕδατος, οὕτω, καὶ ἐπὶ τῶν ἔνδοθεν τοῦ σώματος ἀνέρχεται ἀτμὸς διά τινων πόρων, διϊστῶν καὶ συ‐ στρέφων τοὺς μῦς τοῦ σώματος. Εἰώθασι γὰρ τὰ νεῦρα χλι‐
5αινόμενα καὶ θερμαινόμενα διΐστασθαι, τοὐτέστιν ἀποταυρίζε‐ σθαι· οὕτως τὴν φρίκην καὶ τὸν τρόμον ἀποτελεῖ.
7t(μβʹ.) Πῶς ἕπονται ταῖς φρίκαις οἱ πυρετοί.
8 Ἕπονται δὲ ταῖς φρίκαις οἱ πυρετοὶ προνοίᾳ τῆς φύσεως· ἡ γὰρ προνοητικὴ φύσις ἔνδον οὖσα, ὥσπερ ἰατρὸς ἀγαθὸς, προ‐
10νοουμένη τοῦ σώματος ἐπινοεῖται τὸν πυρετὸν, πρὸς τὸ ἐξάψαι καὶ καταδαπανῆσαι τὰ ἐπικείμενα καὶ λυποῦντα αὐτὴν αἴτια. Ἐπειδὰν γὰρ ἀθροισθῇ τὸ πλεῖστον τοῦ αἵματος εἰς τὸ βάθος, διπλασιάζεται τὸ ἐν τῇ καρδίᾳ ἐνεὸν ἔμφυτον θερμὸν καὶ διά‐ πυρον γενόμενον ἐξάπτει τε καὶ ἐξαπλοῖ τὸν πυρετὸν διὰ τῶν
15ἀρτηριῶν ἐπὶ τὸ ὅλον σῶμα.
16t(μγʹ.) Τίς ἐστιν ὁ ἠπίαλος πυρετός.
17 Ὁ δὲ ἠπίαλος πυρετός ἐστιν, ὅταν ἅμα καὶ ῥιγῶσι καὶ πυ‐ ρέττωσιν οἱ κάμνοντες, καὶ ἀμφοτέρων αἰσθάνωνται κατὰ τὸν αὐτὸν χρόνον ἐν παντὶ μορίῳ τοῦ σώματος. Τοῦτο δὲ γίνε‐
20ται ὅτε ἡμισαπὲν ἐστὶ τὸ ὑποκείμενον φλέγμα· ὅτ’ ἂν γὰρ ἐπικρατῇ τὰ σήψεως, πυρέττουσι μᾶλλον, ὅταν δὲ τὰ ὡμό‐ τητος ῥιγῶσιν.
23t(μδʹ.) Ἐν τοῖς διαλείμμασι τῶν πυρετῶν ποῦ ἔστι τὰ αἴτια.
24Ἀποροῦσι δέ τινες λέγοντες ἐν τοῖς διαλείμμασι τῶν πυρε‐
25τῶν ποῦ ἔστι τὰ αἴτια; πρὸς δὲ τούτους φαμὲν, ὅτι ἐν τοῖς μυσὶν εἰσὶ κεκρυμμένα, καὶ ἐν τῷ καιρῷ δὲ τοῦ παροξυσμοῦ ὑπὸ τῆς φύσεως ἐλέγχονται.
28t(μεʹ.) Τῶν πυρετῶν τὸ θεραπευτικόν.
29Ἐπὶ τούτων δὲ ἁπάντων τῶν νοσημάτων χρὴ ἀκριβῶς ἐ‐
30πίστασθαι τὸν ἐπιστήμονα ἰατρὸν καὶ διαγινώσκειν τήν τε φύ‐
σιν καὶ τὴν κρᾶσιν τῶν καμνόντων, καὶ τὴν ἰδέαν τῶν πυ‐32

33

ρετῶν, καὶ τὴν ἑκάστου νοσήματος γένεσιν καὶ κίνησιν καὶ ἀρ‐ χὴν καὶ ἀνάβασιν καὶ ἀκμὴν καὶ παρακμὴν καὶ τὰς ἀνα‐ λογίας αὐτῶν τῶν παροξυσμῶν καὶ τὰς τῶν περιόδων ἀντα‐ ποδόσεις. Καὶ πρῶτος μὲν καὶ κοινὸς σκοπός ἐστιν ἐπὶ πάν‐
5των τῶν νοσημάτων, ὡς ἀπέριττον καὶ εὔπνουν εἶναι τὸ σῶμα· δεύτερος δὲ ἐφεξῆς τὸ πρὸς τὴν δυναστεύουσαν αἰτίαν ἀπομάχεσθαι· πᾶν γὰρ ἔργον ἰατροῦ ἐπανορθωτικόν ἐστι τῶν περὶ τὸ σῶμα σφαλμάτων. (ἐν τούτοις γὰρ αἱ διαφοραὶ τῶν πυρετῶν.)
10t(μϛʹ.) Πῶς γίνονται οἱ ἐφήμεροι πυρετοί.
11 Ἰστέον οὖν, ὅτι τοῦδε τοῦ ἐπὶ πνεύμασι γένους ἡ κυρίως διαίρεσις ἥδε ἐστίν· ἢ γὰρ ἐπὶ κόποις, ἢ μέθαις, ἢ ὀργαῖς, ἢ λύπαις, ἢ φροντίσιν, οἱ κυρίως καὶ οὐσιώδεις τῶν ἐφημέ‐ ρων συνίστανται· οἱ γὰρ ἐπὶ στεγνώσει καὶ πυκνώσει τοῦ δέρ‐
15ματος συνιστάμενοι πυρετοὶ ἀπὸ τοῦ αὐτοῦ μὲν γένους εἰσὶ, πλὴν οὐ κυρίως, ἐπειδὴ γὰρ ταῦτα τὰ αἴτια πῇ τὸν ἐφήμε‐ ρον ποιεῖ πυρετὸν, πῇ δὲ τὸν ἐπὶ σήψει· ἡ γὰρ στέγνωσις καὶ ἡ πύκνωσις ἐν ἀπερίττῳ μὲν σώματι καὶ μηδὲν τῆς ἀπὸ τῶν χυμῶν μοχθηρίας κεκτημένῳ, τὸν ἐφήμερον ἐργάζεται πυ‐
20ρετὸν, ἐν περιττωματικῷ δὲ σώματι καὶ πλείστην, ὡς εἴρηται, μοχθηρίαν χυμῶν κεκτημένῳ, τοὺς ἀπὸ τοῦ ἑτέρου γένους τῶν πυρετῶν ἀπεργάζεται, ὁποτέρου ἂν τύχοι τῶν χυμῶν ἄθροι‐ σις γενέσθαι· εἰ μὲν ἐπὶ τοὐκτὸς, τοὺς διαλείποντας, εἰ δὲ ἐ‐ πὶ τὰ ἐντὸς, τοὺς συνεχεῖς ἀπεργαζομένη. Πῶς γίνονται οἱ ἐ‐
25πὶ βουβῶσι πυρετοί. Τριῶν ἀρχῶν οὐσῶν ἐν τῷ σώματι, λέγω δὴ ἐγκεφάλου, καρδίας, καὶ ἥπατος, ἑκάστην τῶν ἀρχῶν τού‐ των ἡ φύσις ἀδέσι τετίμηκε. Δέδωκε γὰρ τούτοις τοῖς μορί‐ οις εἰς τὴν τῶν οἰκείων περιττωμάτων ἀπόθεσιν, τοὺς προ‐ ειρημένους ἀδένας ὡς συμπαρακειμένους τούτοις καὶ πλησιά‐
30ζοντας· τοὺς μὲν παρὰ τὰ ὦτα ἀδένας ὁ ἐγκέφαλος κέκτη‐
ται, τοὺς δὲ παρὰ τὰς μασχάλας ἡ καρδία, τοὺς δὲ παρὰ τοὺς33

34

βουβῶνας τὸ ἧπαρ. Ὁπόταν οὖν ἀθροισθῇ τι τῶν χυμῶν πε‐ ρίττωμα μοχθηρὸν, ἔν τινι τῶν κυρίων μορίων κατακρατῆσαν, καὶ ἀσθενῆσαι τοῦτο ποιήσει· τηνικαῦτα ἡ φύσις ἐλευθερῶσαι ζητοῦσα τὰ κύρια μόρια, σὺν ταῖς ἑαυτοῦ δυνάμεσι παραγί‐
5νεται κατὰ ἀπόστασιν, τὸ ἐνὸν ἐν τούτοις περίττωμα ἀπο‐ διῶξαι σπουδάζουσα. Μὴ δυναμένη δὲ τελείαν ἐλευθερίαν τοῖς κυρίοις παρασχεῖν μορίοις διὰ τὴν ἐν τούτοις προγεγονυῖαν ἀσθένειαν, κατὰ μετάδοσιν ἀπολακτίσασα μέρος τι τῆς ὕλης, ἐνσκῆψαι τοῖς ἀδέσι ποιεῖ, οἵτινες ὡς ἀραιοὶ καὶ σομφώδεις,
10ἑτοιμότατα δέχονται· ὅθεν καὶ Ἱπποκράτης τούτους πάντας κα‐ κοὺς φησὶν εἶναι, ὡς μὴ κατὰ ἀπόστασιν καὶ ὕλην ἔξω φερο‐ μένην, ἀλλὰ κατὰ μετάδοσιν τοὺς βουβῶνας ἐξαίρουσα, καὶ οὐ‐ δεμίαν ἀπὸ τῶν ἔξωθεν ἔμφασιν προκαταρκτικῆς τινὸς αἰτίας τῷ Ἰατρῷ παρέχουσα πρὸς διάγνωσιν τῶν τὸν κυρίως ἐφή‐
15μερον πυρετὸν ἀπεργαζομένων·
16t(μζʹ.) Περὶ τῶν δι’ ἔρωτα πυρεσσόντων.
17 Ἔστι δὲ καὶ ἕτερος πυρετὸς ἐκ τοῦ τοιοῦ δὲ γένους, ὅστις ἐπὶ συντονίᾳ τῆς ψυχῆς, φροντίσι συνίσταται· λέγω δὴ, ὅσοι ὥ‐ ρᾳ κάλλους ἁλωτοὶ τῷ ἔρωτι γεγόνασιν, ἀποτυχόντες ἀπο‐
20λαῦσαι τοῦ ἐρωμένου, ὥσπερ που καὶ Ἐρασίστρατος ἐ‐ φώρασε δι’ ἔρωτα τὸν τοῦ Σελεύκου ἀῤῥωστοῦντα Ἀντί‐ οχον. Οὐ καλῶς δ’ οὖν ὅμως οἱ πολλοὶ τῶν παλαιῶν Ἰα‐ τρῶν ὑπειλήφασιν ἀπὸ τοιάς δε ψυχικῆς φροντίδος τὸν ἐφή‐ μερον πυρετὸν συνίστασθαι, μὴ προσδιορισμῷ τινι κατὰ λόγον
25χρησάμενοι· ὁ γὰρ ἐρωτός τινος κάτοχος γεγονὼς, εἰ μὲν ἀδυ‐ νάτως ἔχει ἀπολαύειν τοῦ ἐρωμένου, ἐπύρεξέ τε φροντίσας, καθ’ ὃν χρόνον τοῦ ἐρωμένου ἀπέτυχεν ὁμιλίας, εἴ γε καὶ πολ‐ λῶν ἡμερῶν ἀριθμὸς εἰς ἑξήκοντά (που) ἢ καὶ τούτων πλεί‐ ους διέλθοι, καί τινες ἐξ αὐτῶν οὐκ ἐφημέρῳ ἀλλ’ ἑκτικῷ
30πυρετῷ εἰς τέλος ἑάλωσαν· εἰ δέ γε τοῦ ἐρωμένου οὐκ εἰς μακρὸν ἀπολαῦσαι ῥᾷον, οὗτοι τῆς τε φροντίδος καὶ
τοῦ πυρετοῦ ἀπαλάττονται. Εἰσὶ δέ τινες καὶ ἄλλαι ψυ‐34

35

χικαὶ φροντίδες μετὰ συντονίας γενόμεναι τοῖς φιλοπλούτοις τε καὶ φιλοχρύσοις, καὶ τοῖς ἐπὶ σωμάτων ᾀεὶ χαίρουσιν ὁμιλίαις· οὗτοι γὰρ τῇ τούτων ἀποτυχίᾳ πεπόνθασιν, καὶ ἐφημέρῳ πυρετῷ οἱ τοιοῦτοι ἁλίσκονται, ὁπόταν πρὸς ἡμέραν ἀποτυ‐
5χόντες φροντίσωσιν· ἄμφω γὰρ καὶ οὗτοι τῆς φροντίδος καὶ τοῦ πυρετοῦ λύονται τῇ τῶν ἐλπιζομένων ἐπιτυχίᾳ. Διότι ἁπάντων μὲν τῶν ἀπὸ τοῦ αὐτοῦ γένους ἐφημέρων πυρετῶν ἡ ἀρχὴ ἀπό‐ τινος προκαταρχούσης τε καὶ φανερᾶς αἰτίας γίνεται· οἷον ἀ‐ γρυπνίας ἢ λύπης ἢ φόβου καὶ θερμοῦ ἢ ἐγκαύσεως ἢ μέ‐
10θης ἢ κόπου ἢ ψύξεως· εἴτε τινὸς ἄλλης προφάσεως φανερᾶς, εἰ καὶ μὴ ἴδια ταῦτα τοῖς τοιοῖς δε εἰσὶ πυρετοῖς ἀχώριστα δέ γε παντάπασιν. Οἱ δὲ ἐπὶ συντόνοις τῆς ψυχῆς φροντίσι γι‐ νόμενοι πυρετοὶ, εἰ μὴ προκαταρκτικῆς τινὸς αἰτίας ὑπαρχούσης, ἐν τούτοις πῶς ἂν γνωρισθεῖεν καὶ πόθεν τῷ Ἰατρῷ ἡ ἔν‐
15δειξις τῶν τοιούτων γενήσεται πυρετῶν; Τὸ μὲν δεῖ παντάπα‐ σιν ἄπορον εἶναι τὴν διάγνωσιν ἐπὶ τῶν τοιούτοις ἁλισκομέ‐ νων πυρετοῖς· ὁ γὰρ ἐρῶν καὶ ταῖς συντόνοις τοῦ ἐρωμένου φροντίσι, τῷ πόθῳ καταφλεγόμενος, κρύπτειν δὲ τὸ πάθος ἐπεχει‐ ρῶν καὶ μηδενί γε δι’ αἰσχύνην ἐξειπεῖν δυνάμενος, πῶς ἂν
20διαγνωσθείη τῷ Ἰατρῷ, εἰμή τις τῶν πάνυ γεγυμνασμένων τὸν λογισμὸν καὶ ἀκριβῶς ἐξησκημένων τὴν τέχνην ὑπάρχει; Λέ‐ γομεν δὲ ὀλίγα ἅττα καὶ περὶ τούτου, ὡς μὴ παντάπασιν ἄ‐ πορον εἶναι δόξῃ καὶ σαφηνείας ἐκτός. Ἰστέον οὖν ὅτι πλειό‐ νων ὄντων ἐν τοῖς συντόνοις τῆς ψυχῆς φροντίσι γενῶν, ἓν ἐξ
25αὐτῶν ἐστὶ καὶ ἡ λύπη· οἱ μὲν γὰρ τῶν οὕτω πασχόντων λυποῦνται, ἀποθανόντων τῶν τέκνων ἢ οἰκείων ἢ συγγενῶν· οἱ δ’ αὖ πάλιν προςδοκῶντες ἑαυτοὺς, ἢ μόνους παθεῖν ἢ καὶ τὴν πατρίδα πᾶσαν ἀνάστατον ἔσεσθαι· οὕτω δὴ καὶ οἱ δι’ ἔρωτος πάσχοντες σαφές τε καὶ φανερὸν δεινὸν πεπόνθασιν, ἀνεχθεῖεν
30δ’ ἂν καὶ οὗτοι ὑπὸ τὸν διὰ λύπην καὶ πόνους καὶ φροντί‐ δα καὶ θεωρίαν τινὰ μαθημάτων φροντίσαντα καὶ πυρέξαντα· τοῖς γὰρ αὐτοῖς καὶ οἱ τοιοῦτοι σημείοις τε καὶ συμπτώμασι κατάδηλοι πᾶσι καὶ φανεροὶ γένοιντ’ ἄν· πρὸς τὸ καὶ τὴν διά‐ νοιαν ἐξηρτημένοι, πρὸς τὸ ἐρώμενον ἔχειν, καὶ μήτε ταῖς τῶν
35φίλων, μήτε τῶν συγγενῶν ὁμιλίαις τε καὶ παραινέσεσιν ἐπιστρε‐35

36

φόμενοι, ὠχροί τε πάντη καὶ αὐχμηροὶ, καὶ φροντίδων μεστοὶ οἱ οὕτω πάσχοντες φαίνονται.
3t(μηʹ.) Πῶς γίνονται οἱ νόθοι πυρετοὶ καὶ τίς ἡ αἰτία
4tτῆς τῶν νόθων γενέσεως.
5 Αἴτιον δὴ τῆς τῶν νόθων γενέσεως, τῷ μὲν ἡμιτριταίῳ τὸ φλέγμα, τῷ δὲ ἐφημέρῳ καὶ τεταρταίῳ χολὴ, ὥςπερ ἀκριβέστε‐ ρον περὶ τούτων ἐν τοῖς κατὰ μέρος διαλεξόμεθα· ὁ μὲν δὴ τῶν παροξυσμῶν καιρὸς τῶν καὶ τὴν οὐσίαν καὶ ἀκριβῆ τάξιν φυ‐ λαττόντων, ἔστιν οὗτος· τῷ μὲν γὰρ ἀκριβεῖ τριταίῳ δώδεκα
10ὥραι ὁ παροξυσμός· κρίνονται δὲ αὗται, ἀρχῇ, ἀναβάσει, ἀκ‐ μῇ, παρακμῇ· τὸ δ’ αὐτὸ καὶ ὁ ἐφήμερος τὴν οἰκείαν τάξιν φυ‐ λάττων, καὶ τὸ τοῦ ἀκριβοῦς ὄνομα καὶ οὗτος ἐπιδεχόμενος, ὥραις δώδεκα καὶ οὗτος ἠσφάλισται σὺν τοῖς προειρημένοις και‐ ροῖς. Ὁ δέ γε τεταρταῖος τοῖς προλαβοῦσι καὶ αὐτὸς τῇ τά‐
15ξει χρώμενος, ἐν ὥραις κρίνεται καὶ οὗτος δεκατέσσαρσιν, εἴ γε ἀκριβὴς εἴη· εἰδέ γε νόθος ἐν ὥραις περιορίζεται δώδεκα. Τὸ δ’ ὑ‐ ποκείμενον τούτων ἑκάστῳ ὑπάρχει διάφορον· τῷ μὲν γὰρ ἀ‐ κριβεῖ τριταίῳ, χολὴ, τῷ δέ γε ἐφημέρῳ, τὸ φλέγμα ὑπό‐ κειται, τῷ δὲ τεταρταίῳ, ἡ μέλαινα ὑπόκειται χολή. Κοινωνία
20δὲ ἐφ’ ἑκάστῳ τούτων καὶ διαφορὰ πέφυκε γίνεσθαι, κοινω‐ νοῦσι μὲν γὰρ ἄμφω κατὰ τὸ διάλειμμα, ἤγουν κατ’ αὐτὸ τὸ τοῦ διαλείποντος ὄνομα· ἑκάστῳ γὰρ τούτων, ἐὰν τῶν ἀγγείων ἐκτὸς ἡ κατάστασις γένηται, τὸ τοῦ διαλείποντος ἀποκεκλή‐ ρωται ὄνομα· καὶ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι, κατ’ αὐτὸ
25δὲ τὸ πρᾶγμα, διαφέρει ἕκαστος, ὡς προείρηται. Διατὶ ὁ τοι‐ οῦτος τριταῖος πλεῖον τῶν ὡρισμένων ιβʹ. ὡρῶν γίνεται, ἐλάτ‐ των δ’ ὅμως ποτὲ συνίσταται, καὶ γὰρ ιαʹ. καὶ θʹ. καὶ ιʹ. πολλάκις δὲ καὶ ζʹ. ὁ παροξυσμὸς τοῦ γνησίου τριταίου ὡρῶν περιώρισται· ἡ δὲ αἰτία τῆς ἀνίσου ταύτης προθεσμίας ὁποία;
30Τριττὴ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, ἀπό τε δυνάμεως τοῦ νοσοῦν‐ τος, καὶ σώματος καταστάσεως, καὶ ὕλης ποσότητος. Ἔστι δέ
τι καὶ τέταρτον, ὡς ἡ ἐν τῇ ὕλῃ ποιότης, ὡς γενέσθαι τὰ36

37

πάντα ἰδίως αἴτια τέσσαρα, ἀλλὰ γενικῶς μὲν τρία ταῦτα εἰσὶν, ὕλη καὶ σῶμα καὶ δύναμις· ἀλλ’ ἐπεὶ ἡ ὕλη εἰς δύο τέμνεται, εἰς ποιότητα φημὶ καὶ ποσότητα, γεννήσονται λοιπὸν τέσσαρες· καὶ εἰ μὲν εὔρωστος ἡ δύναμις εἴη, ταχέως καὶ ὁ
5παροξυσμὸς παύσεται· εἰ δὲ ἀσθενὴς, χρονιώτερος γενήσεται· καὶ εἰ μὲν ἀραιὸν εἴη πάντως τὸ σῶμα, βραχυχρόνιος ἔσται· εἰ δὲ πυκνὸν, πολυχρόνιος. Ἀπὸ δὲ τῆς ὕλης, οὕτως εἰ μὲν πολλὴ εἴη, βραδέως λυθήσεται· εἰ δὲ ὀλίγη, ταχέως. Ἀπὸ δὲ τῆς ποι‐ ότητος, εἰ μὲν λεπτὴ καὶ κούφη, ὀλιγοχρόνιος ἔσται καὶ ὁ πα‐
10ροξυσμὸς, εἰ δὲ παχεῖα, πολυχρόνιος. Τί διαφέρουσιν οἱ δύο τρι‐ ταῖοι τοῦ διπλοῦ; οἱ δὲ δύο καὶ ὁ διπλοῦς ὀνομαζόμενος τρι‐ ταῖος, καθ’ ἑκάστην τὴν εἰσβολὴν ποιούμενος φαίνεται· ὡς αὔ‐ τως δὲ καὶ οἱ δύο τριταῖοι· τὸ δὲ διάφορον ἐν τούτοις ὥρισται μὲν καὶ ἐξ αὐτοῦ τοῦ πράγματος· ὥρισται δὲ καὶ ἀπὸ τῶν
15ἄλλων, τῶν ἐμφαινομένων ἐν ταῖς εἰσβολαῖς καὶ τοῖς διαλείμ‐ μασι καὶ ἐκ τοῦ πράγματος μὲν οὕτως· ὁπόταν ἡ ὕλη τὸν διπλοῦν ἀπογεννήσασα τριταῖον, διπλάσιον τῆς τὸν ἕνα ἀπο‐ γεννησάσης γενήσεται, κατὰ τὸ ποσὸν μέν τοι, οὐ κατὰ τὸ ποι‐ εῖν ἀκριβῶς· ἰσοσθενὴς γὰρ ἄμφω τῷ διπλασίονι λόγῳ κατὰ
20τὸ ποσὸν ἡ ὕλη τὴν σύστασιν ἔσχηκε· ταῖς δὲ κατὰ τὸ ποιὸν τῇ τῆς ὕλης ποσότητι, τὸ τοῦ ποιοῦ φαινόμενον ἐγκατάλειμμα· οὐ γὰρ δι’ ὅλης γε τῆς ποσότητος ἡ δριμεῖα καὶ δακνώδης τοῦ ποιοῦ δύναμις πεπεράτωται. Καὶ ποτὲ μὲν εὕρηται, τὴν μὲν μίαν εἰςβολὴν μεγίστην ποιούμενος, ἥττονα δὲ τὴν ἑτέραν καὶ
25οὐκ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ ἡ ὕλη τὴν σύστασιν ἔσχηκεν· ἀλλ’ ἐν μὲν τοῖς διαλείπουσιν, ἐν σαρξὶ καὶ μυσὶ καὶ ταῖς τοῦ ὅλου κοιλότησι σώματος ἤθροισταί γε καὶ σέσηπται τῶν ἀγ‐ γείων ἐκτὸς, ἐνδέ γε τοῖς συνεχέσι, τῶν ἀγγείων ἐντός· κατὰ δὲ τῶν ἐμφαινομένων τοῖς παροξυσμοῖς καὶ ταῖς εἰςβολαῖς οὕτως,
30τῷ μὲν γὰρ διπλασίονι τριταίῳ ἡ εἰςβολὴ τοῦ παροξυσμοῦ γέγονε τῶν κδʹ. ὡρῶν ἐντὸς, μήπω τοῦ προκατάρξαντος τρι‐ ταίου τὴν ῥᾳστώνην τοῦ πυρετοῦ καλῶς ἐσχηκότος, μήτε τὰς, ὡρισμένας ιβʹ. ὥρας τελέως τὸ οἰκεῖον διάλειμμα δεξαμένου. Οἱ δέ γε τριταῖοι οὐχ’ οὕτως, ἀλλὰ κατὰ μὲν τὸ ποσὸν τῆς
35ὕλης καὶ οὗτοι τῷ διπλῷ τριταίῳ ὁμοίως τὴν γένεσιν ἔσχον· ἐν37

38

ἄλλοις μέν τοι καὶ ἄλλοις μορίοις τοῦ σώματος ἑκάτερος τού‐ των ἐσχηκότες τὴν σύστασιν. Θάτερος γὰρ τούτων ἐν μυσὶ καὶ σαρξὶ μεμέρισταί τε καὶ ἤθροισται, θάτερος δὲ ἐν ταῖς τοῦ ὅλου κοιλότησι σώματος· καὶ διὰ ταῦτα τούτων ἑκάτερος μετὰ
5τὴν τῶν κδʹ. ὡρῶν συμπλήρωσιν, τὴν τοῦ οἰκείου παροξυσμοῦ πεποίηται εἰςβολὴν· ταῖς οὖν εἰςβολαῖς καὶ τοῖς παροξυσμοῖς, ἄμφω κατὰ τὰς ἀρχὰς κρινόμενοι ἀλλήλων διενηνόχασι· διότι τῷ μὲν διπλῷ ἐν ἄλλαις καὶ ἄλλαις τῶν ὡρῶν παροξύνονται, τοὐτέστι τῶν κδʹ. ὡρῶν ἐντός· οἱ δὲ δύο τριταῖοι μετὰ τὴν
10τῶν τοιούτων ὡρῶν συμπλήρωσιν, τὴν τῶν οἰκείων παροξυ‐ σμῶν εἰςβολὴν πεποίηνται· ἐν τῇ αὐτῇ ὥρᾳ εἰςβάλλει ἕκαστος.
12t(μθʹ.) Περὶ ἡμιτριταίου.
13 Ἔστι δέ τις καὶ ἕτερος πυρετὸς ἐκ δυοῖν γενοῖν συνιστά‐ μενος, οὐχ’ ὑπ’ ἀλλήλοις, ὥςτινες φαῖεν, οὐδ’ ὑπὸ τὸ αὐτὸ γε‐
15νικώτατον ἀναγόμενοι, ἀλλὰ θάτερος τούτων, ὑπ’ ἄλλο καὶ ἄλλο γένος ταττόμενοι, ἐστ’ ἂν καθ’ ἑαυτὸν ἕκαστος θεωροῖ‐ το, ἀμφημερινὸν φημὶ καὶ τριταῖον· οἵτινες τῇ πλεονεξίᾳ τῆς ἕκαστον αὐτῶν γεννώσης ὕλης ἐν τῷ αὐτῷ συνελθόντες, καὶ ἐπιμίκτοι πως κατὰ ποιότητα γεννηθέντες, τὸν ἡμιτρι‐
20ταῖον πυρετὸν ἀπεγέννησαν. Καὶ γὰρ ὁ μὲν τῶν χυμῶν ὡς ἔχει, δρᾷ· οἷον ὁ χολώδης κατὰ φύσιν ἔχει τὸ θερμαίνειν, ὁ δὲ ἕτερος οὐκ ἔχει· οἷον ὁ φλεγματικὸς, καὶ γὰρ φύσει ψυχρὸς ὤν, ὃ οὐκ εἶχε προςέλαβε διὰ τῆς σήψεως, λέγω δὴ τὸ θερ‐ μαίνειν· καὶ διὰ τοῦτο, εἰ καὶ ὁ μὲν ἐντὸς ὑπάρχει τῶν ἀγ‐
25γείων, ὁ δὲ ἐκτὸς, ἀλλ’ οὖν ἡ ποιότης ἐν ἀμφοτέροις ἡ αὐ‐ τὴ γέγονε, τῇ μὲν φύσει αὐξηθεῖσα, τῷ δὲ κατ’ ἐπιτηδειό‐ τητα προςγενομένη ἀπὸ τῆς σήψεως. Πῶς δὲ φαμὲν τὸν ἡ‐ μιτριταῖον ἐξ ἰσοσθενοῦς γίνεσθαι κράσεως, τριταίου φημὶ καὶ ἀμ‐ φημερινοῦ; εἰ ὁ μὲν τριταῖος κατὰ ποιότητα ᾀεὶ ὑπερβάλλῃ
30τοῦ ἀμφημερινοῦ, ὁ ἀμφημερινὸς ἀσθενὴς ἐστὶ καὶ ἐξισω‐38

39

θῆναι οὐδέ ποτε τῇ δυνάμει κατὰ ποιότητα τῷ τριταίῳ δύ‐ ναται. Φημὶ οὖν ὅτι εἰ καὶ τῇ φύσει ὁ τριταῖος ὑπερέχῃ τοῦ ἀμφημερινοῦ, ἀλλ’ οὖν ἐκτὸς ἐστὶ τῶν ἀγγείων, καὶ ἐκτὸς ὤν, πλεῖον ἔχει τὸ διαφορούμενον τοῦ σεσημμένου· ὁ δ’ ἀμφημε‐
5ρινὸς ἐντὸς ὢν τῶν ἀγγείων, τὸ μὲν διαφορούμενον ἔλαττον κέκτηται, τὸ δὲ σεσημμένον πλεῖον. Καὶ διὰ τοῦτο εἰ καὶ τῇ φύσει ἐλαττοῦται, ἀλλ’ οὐ τῇ θέσει, λέγω δὴ τοῦ ἐντὸς εἶναι τῶν ἀγγείων καὶ τοῦ τὴν σῆψιν πλείονα κεκτῆ‐ σθαι, τὸ ἐλλεῖπον ἀναπληροῖ, ὡς γίνεσθαι αὐτὸν, ἴσον τῷ τρι‐
10ταίῳ. Περὶ δὲ τῶν ὡρῶν τοῦ ἡμιτριταίου πῶς τε ὁ μέ‐ γας ἐν μηʹ. ὥραις, ὁ δὲ μέσος ἐν λζʹ. ὁ δὲ μικρὸς ἐν εἰκοσι‐ τέσσαρσιν ἀναστρέφονται; Φημὶ δὲ δυσχερῆ εἶναι τὴν τούτων ἀπόδειξιν, εἰ μὴ ἐξ ὑποθέσεως λογικῶς ἢ ἐπιστημονικῶς τοῦ‐ το κατασκευάσωμεν. Ὑποκείσθω οὖν τὸν ἡμιτριταῖον τυχὸν,
15ὥραν πρώτην τῆς ἡμέρας ἐπεισβεβληκέναι, τὸν δέ γ’ ἀμφημε‐ ρινὸν ἑνδεκάτην ἢ δωδεκάτην. Ἰστέον δὲ δήπου ὅτι ὁ ἀμφη‐ μερινὸς ιηʹ. ὥρας κατέχειν εἰώθει, ὥςτε τὴν νύκτα πᾶσαν καὶ τῆς δευτέρας ἡμέρας τὸ μέσον, ὡς γίνεσθαι τὰς πᾶσας ὥρας λʹ. εἶτα ἀπὸ τοῦ μέσου τῆς ἡμέρας πάλιν εἰκός ἐστι τὸν
20ἐφήμερον ἄρξασθαι, ὃς τάς τε ἓξ ὥρας τῆς ἡμέρας καὶ τὰς τῆς νυκτὸς δώδεκα κατασχὼν, ὑπενόστησεν, ὡς εἶναι τὰς πάσας ὥρας μηʹ. ἕωθεν οὖν πάλιν τῇ τρίτῃ ἡμέρᾳ τὸν τριταῖον εἰ‐ κός ἐστιν ἄρξασθαι. Οὗτος οὖν ὁ μὲν μέγας ἡμιτριταῖος ἀ‐ κριβῆ καὶ τὴν τῶν ὡρῶν τάξιν φυλάττειν εἴωθεν. Φαίνεται
25δὲ τοῖς μὴ ἀκριβῶς εἰδόσι τὰς ἰδιότητας τοῦ ἡμιτριταίου, μὴ εἶναι οὕτως, διὰ τοὺς παρεμπίπτοντας παροξυσμοὺς, ἀγνοοῦσιν ὅτι τοῦτο ἐστὶ τοῦ ἡμιτριταίου ἴδιον· καὶ γὰρ περὶ τὰς ἕξ που ἢ ἑπτὰ ὥρας τοῦ παροξυσμοῦ, ἤδη παρεμπίπτουσι φρίκαι καὶ συστολαὶ τοῖς κάμνουσιν ἀνιέμεναί τε καὶ ἐπιτεινόμεναι, ὡς δο‐
30κεῖν ἕτερον εἶναι τὸν παροξυσμόν. Ἀλλ’ ἐν μὲν τῷ μείζονι ἡ‐ μιτριταίῳ ἐπιτείνονται μᾶλλον αἵτε φρίκαι καὶ αἱ συστολαὶ τοῖς κάμνουσιν· ἐν δὲ τοῖς ἄλλοις, ὅτε μὲν αἱ φρίκαι ἐπιτεί‐ νονται, αἱ δὲ συστολαὶ καὶ αἱ περιψύξεις ἀνιῶνται, ὅτε δὲ ἔμ‐ παλιν· καὶ γὰρ ἐν μὲν τῷ μέσῳ ἡμιτριταίῳ αἱ συστολαὶ μᾶλ‐
35λον καὶ αἱ περιψύξεις ἐπιτείνονται διὰ τὴν τοῦ φλέγματος39

40

ἐπικράτειαν, ἐνδέ γε τῷ μικρῷ αἱ φρίκαι. Γίνεται δὲ τοῦτο διὰ τὴν χολὴν, πῇ μὲν ὡρμῶσαν πρὸς τοὐκτὸς διαφορηθῆ‐ ναι, νοθευομένην δὲ ὑπὸ τοῦ φλέγματος καὶ ἀνθελκομένην εἴ‐ σω, καὶ τῇ ἀτάκτῳ ταύτῃ κινήσει τὰ παρεμπίπτοντα ῥίγη
5ἐργάζεσθαι. Οὕτως οὖν ἐδείχθη ὁ ἀκριβὴς, ἤγουν ὁ μέγας, ὃς καὶ διὰ τὴν ἰσοσθένειαν τῶν χυμῶν τὰς μηʹ. ὥρας καθέξει· ὁ δὲ μέσος διὰ τὸ μὴ ἑκατέρων ἴσην εἶναι τὴν δύναμιν, ἀλ‐ λὰ τὸν μὲν φλεγματικὸν ὑπερβάλλειν, ὑστερεῖν δὲ τὸν ξαν‐ θοχολικὸν, ἐλάττους τὰς ὥρας τοῦ ἀκριβοῦς ποιήσει, καὶ ἔτι
10μᾶλλον ἐλάττονας ὁ μικρὸς διὰ τὴν τῆς χολῆς ἐπικράτειαν, εὐδιαφορήτου καὶ εὐαξάπτου τυγχανούσης· καὶ γὰρ οὐκ ᾀεὶ ὁ ἀκριβὴς τριταῖος τῷ ἀκριβεῖ ἐφημέρῳ συμπλέκεται· ἀλλ’ ἐστὶν ὅτε ὁ μὲν τριταῖος ἐστὶν ἀκριβὴς, ὁ δὲ ἀμφημερινὸς οὐκ ἀ‐ κριβὴς καὶ τὸ ἀνάπαλιν, ὁ μὲν ἀμφημερινὸς ἀκριβὴς, ὁ δὲ τρι‐
15ταῖος οὐκ ἀκριβής. Διὰ τὶ τοῦτο; Ὁπότ’ ἂν ὑπερβάλλῃ τὰ τοῦ ἐφημέρου γνωρίσματα καὶ ἐπικρατῇ τὰ τοῦ φλέγματος, ἔχει μὲν τὰ τοῦ μεγάλου ἰδιώματα διὰ τὴν σύνοδον τῶν χυμῶν, ἐλλείπει δὲ κατά τι. Οὕτως οὖν καὶ ὁπόταν ἐπικρατῇ τὰ τῆς χολῆς καὶ τὰ τοῦ τριταίου γνωρίσματα ἀκριβῇ δείκνυται· μᾶλλον
20μὲν οὖν ἐν τούτῳ ἐστι καὶ ἡ ἔλλειψις. Γνώσῃ δὲ τοῦτο σαφῶς ἐκ τῆς ἀναλογίας· καὶ γὰρ ὁ μέ‐ γας ἡμιτριταῖος πρὸς μὲν τὸν μέσον ἐστιν ἐπίτριτος, πρὸς δὲ τὸν μικρὸν διπλάσιος· ὁ δὲ μέσος πρὸς τὸν μικρὸν ἔστιν ἡμί‐ ολος· ὃν οὖν λόγον ἔχει ὁ 16 ἀριθμὸς πρὸς τὸν 12, τὸν αὐ‐
25τὸν λόγον ἔχει καὶ ὁ 48 εἰς τὸν 36· καὶ ὃν λόγον ἔχει ὁ 24 πρὸς τὸν 12 τὸν αὐτὸν λόγον ἔχει καὶ ὁ 48 πρὸς τὸν 24. καὶ πάλιν ὃν λόγον ἔχει καὶ ὁ 18 πρὸς τὸν 12, τὸν αὐτὸν λόγον ἔχει καὶ ὁ 36 πρὸς τὸν 24. Ὁ οὖν μηʹ. πρὸς λϛʹ. ἐστὶν ἐπίτριτος, ἔχει γὰρ τὸν λϛʹ. καὶ τὸ τρίτον μέρος
30αὐτοῦ πρὸς δέ γε τὸν κδʹ. ἐστι διπλάσιος· ἔχει γὰρ τὸν εἴκοσι
κδʹ. ἀριθμὸν δὶς, ὁ δέ γε λϛʹ. πρὸς τὸν κδʹ. ἔστιν ἡμίολος.40

41

(1t)

(νʹ.) Ποσαχῶς ὁ τρόπος τῆς τοῦ ἡμιτριταίου γενέσεως.
2 Διττός ἐστιν ὁ τρόπος τῆς τοῦ ἡμιτριταίου γενέσεως· ἢ γὰρ συνελθόντων εἰς ἕνα καὶ τὸν αὐτὸν καιρὸν τῶν παροξυσμῶν, τριταίου τε φημὶ καὶ ἐφημέρου, ἢ εὐθὺς ἐξ ἀρχῆς συγκεκραμ‐
5μένων ἀλλήλοις ἀμφοτέρων. Ἕνα μὲν γὰρ μόνον ἴσχει παρο‐ ξυσμὸν φύσει ὁ ἡμιτριταῖος, ὁ εἰς ἕνα καιρὸν ἀμφοτέρων συ‐ νελθόντων γινόμενος· ὁ δ’ ἄλλος, ὥςπερ δὴ καὶ κυρίως ἡμι‐ τριταῖος ἔστι τε καὶ ὀνομάζεται παρ’ ἁπάντων· ἀπ’ ἀρχῆς γὰρ ἄχρι τελευτῆς τοῦ νοσήματος, ἀμφοτέρους ἔχειν εἰςβάλλοντας.
10Οὗτος τοίνυν τε ὁ ἐκ τριταίου τε καὶ διαλείποντος συνεχοῦς ἐ‐ φημέρου, ὃν ἡμιτριταῖον καλοῦμεν, γινόμενος, εἰ μὲν ἔτι κρα‐ τοῦντα τε καὶ πλεονεκτοῦντα τὸν χολώδη χυμὸν ἴσχῃ, τοῦ ἀκρι‐ βοῦς τριταίου γνωρίσματα ἐπιδηλότερά πως κατ’ ἐπικράτειαν φαίνονται· εἰδέ γε τὰ τῆς σήψεως τοῦ φλεγματώδους χυμοῦ ἐ‐
15πικρατοίη τὰ τοῦ ἐφημέρου συμπτώματα, τὰ τοῦ τριταίου ἐπιδηλότερα φανεῖται· εἰ δ’ οὐδετέρου τῶν χυμῶν ἐπικράτεια φαίνηται, ἀλλ’ ἰσοσθενεῖς ἄμφω κατὰ ποιότητα καὶ ποσότητα γίγνοιντο, ὁ κυρίως καὶ ἀκριβὴς ἡμιτριταῖος παρ’ ἁπάντων τῶν παλαιῶν Ἰατρῶν ἐστι τε καὶ ὀνομάζεται. Ἐπεὶ δέ τινες καὶ
20περὶ τῶν ὡρῶν διαφέρονται, ἀποροῦντες πῶς ὁ μὲν τῶν ἡμι‐ τριταίων ὥραις μηʹ. ὁ δὲ λϛʹ. ὁ δὲ κδʹ. ὥρισται, καὶ τοῦτο ἐπιλύσωμεν ἀκριβέστερον. Τῶν πυρετῶν, οἱ μὲν ἐστὶν ἁπλοῖ, οἱ δὲ σύνθετοι· καὶ τῶν συνθέτων, οἱ μὲν ὁμογενεῖς, οἱ δὲ ἑτε‐ ρογενεῖς· καὶ περὶ μὲν τῶν ὁμογενῶν, οἷον δύο τριταίων, εἴτε
25τεταρταίων ἢ ἄλλων οὐ πρόκειται λέγειν τῶν συνθέτων καὶ ἑτε‐ ρογενῶν. Ἐπεὶ οὖν τῶν ἀπὸ τοῦ γένους τοῦ τριταίου διττόν ἐστι τὸ εἶδος τοῦ πυρετοῦ· ἢ γὰρ διαλείπων ἐστὶν, ἢ συνεχής. Ὁμοίως δὲ καὶ ἀπὸ τοῦ ἐφημέρου εἴδη δύο πυρετῶν εἰ‐ σὶν διαλείποντος καὶ συνεχοῦς, τέσσαρες γενήσονται συν‐
30θέσεις· τριταῖος γὰρ διαλείπων, καὶ ἀμφημερινὸς διαλείπων, καὶ τριταῖος συνεχὴς καὶ ἀμφημερινὸς συνεχής. Μιγνύμεναι τοίνυν πᾶσαι αἱ διαφοραὶ γενήσονται τέσσαρες, ὧν αἱ μὲν τρεῖς συνίστανται, ἡ δὲ μία οὔ. Ἢ γὰρ τριταῖος δια‐
λείπων τῷ ἐφημέρῳ διαλείποντι συμπλακήσεται, ἢ ἀμφημε‐41

42

ρινὸς συνεχὴς τῷ διαλείποντι τριταίῳ καὶ διαλείπων ἀμφημε‐ ρινὸς τῷ συνεχεῖ τριταίῳ· συνεχὴς δὲ τριταῖος τῷ συνεχεῖ ἀ‐ φημερινῷ, οὐκέτι. Τούτων οὖν συνεχεῖ ὁ μὲν διαλείπων τριταῖος τῷ ἀμφημερινῷ μιγεὶς, τὸν ἀκριβῆ ἡμιτριταῖον ποιήσει· ὁ δὲ ἀμφη‐
5μερινὸς διαλείπων τῷ συνεχεῖ τριταίῳ, τὸν νόθον ἡμιτριταῖον ποιήσει· ὁ δὲ διαλείπων τριταῖος τῷ διαλείποντι ἐφημέρῳ, ἕ‐ τερον παρὰ ταῦτα εἶδος πυρετοῦ ἀπεργάζεται. Οὗτος οὖν ὃν εἴπομεν ἐκ τριταίου καὶ διαλείποντος συνεχοῦς ἐφημέρου συνίστα‐ σθαι, ὃν δὴ καὶ ἡμιτριταῖον ὠνόμακα, εἰς τρία τὴν διαίρεσιν
10ἐπιδέχεται· καὶ ὃς μὲν καλεῖται μέγας, ὃς δὲ μέσος, ὃς δὲ μι‐ κρός· καὶ μέγαν μὲν λέγομεν τὸν ἐξ ἰσοσθενοῦς κράσεως ἀμ‐ φοτέρων τῶν χυμῶν συνιστάμενον· μέσον δὲ, τὸν ἐν ᾧ ἐπικρα‐ τεῖ τὰ τοῦ φλέγματος· μικρὸν δὲ τὸν ἐν ᾧ τὰ τῆς χολῆς. Καὶ τὸν μὲν μέγαν περὶ τὰς μηʹ. ὥρας στρέφεσθαι φησὶν ὁ
15Γαληνὸς, τὸν δὲ μέσον περὶ τὰς λϛʹ. τὸν δὲ μικρὸν περὶ τὰς κδʹ. τούτων δ’ ἕκαστος, ἢ κατὰ μέρος γίνεται, ἢ κατὰ κρᾶσιν· ἄθρει δέ μοι καὶ τοὺς διαφέροντας τούτων καιρούς. Οἱ γὰρ πυ‐ ρετοὶ ἐξ ὧν σύγκεινται εἰςβάλλοντες φαίνονται, λέγω δὴ ὁ μὲν τριταῖος ὅτ’ ἂν ὥραν τυχὸν πρώτην, ὁ δ’ ἀμφημερινὸς ιαʹ. τυ‐
20χὸν ἢ ιβʹ. κατὰ μίξιν τότε λέγεται τοῦτον συνίστασθαι· εἰ δέ γε ἅμα καὶ ἐν τῇ αὐτῇ ὥρᾳ, ὅτε τριταῖος καὶ ὁ ἀφημε‐ ρινὸς τὴν εἰςβολὴν ποιήσωνται, τότε δὴ κατὰ κρᾶσιν ἴσθι τὸν ἡμιτριταῖον γεγονέναι. Ἔχει δὲ ἀπορίαν, ὅτι ἐπειδὴ ὁ μὲν τρι‐ ταῖος ἐκτὸς τῶν ἀγγείων ἐστὶν, ὁ δὲ ἀμφημερινὸς ἐντὸς, ἡ δὲ
25μίξις καὶ ἡ κρᾶσις τῶν χυμῶν τότε εἴωθε γίνεσθαι, ὅτε ἑνὶ καὶ τῷ αὐτῷ τόπῳ οἱ χυμοὶ συνέλθωσι· πῶς ἐστὶ δυνα‐ τὸν μίξιν τούτων ἢ κρᾶσιν γενέσθαι μὴ ἐν τῷ αὐτῷ τόπῳ ὄντων ἀλλ’ ἐν ἄλλῳ; Καὶ ἰστέον ὅτι ὁ ἡμιτρι‐ ταῖος κατ’ ἐναντιότητα εἴωθε γίνεσθαι· ἡ δὲ ἐναντι‐
30ότης κατ’ οὐσίαν οὐδέποτε γίνεται· οὐσία γὰρ οὐσίᾳ οὐκ ἀντίκειται, ὡς οἱ λογικώτεροι τῶν φιλοσόφων φασὶν, ἀλλὰ κατὰ ποιότητα. Τὰ γὰρ ἀντικείμενα τετραχῶς, ἢ ὡς πρός τι, ἢ ὡς ἕξις καὶ στέρησις, ἢ ὡς κατάφασιν καὶ ἀπό‐ φασιν, ἢ ὡς τὰ ἐναντία. Τεσσάρων οὖν ὄντων τῶν αἰτίων,
35ἀντικειμένων κατ’ ἐναντιότητα, ὁ ἡμιτριταῖος ἔχει τὴν γένε‐42

43

σιν, καὶ γὰρ τὸ θερμὸν τῷ ψυχρῷ ἐναντίον, καὶ τὸ ὑγρὸν τῷ ξηρῷ. Ὁπότ’ ἂν οὖν αἱ ποιότητες ἀμφοτέρων τῶν χυμῶν ἐν ταυτῷ συνελθοῦσαι ἓν εἶδος ἀποτελέσωσι πυρετοῦ κατὰ μίξιν, τηνικαῦτα ὁ ἡμιτριταῖος συνίσταται· ἔχει γὰρ τὴν κδʹ. καὶ
5τὸ τοῦ κδʹ. ἥμισυ, ἤγουν τὰ ιβʹ. διὰ τὸ ἐν μὲν τῷ μεγάλῳ ὁ μέσος ἡμιτριταῖος ἐπὶ τρίτον ἕξει τὴν ἐλάττωσιν, διά τε τὴν ὁμοτιμίαν τοῦ χυμοῦ καὶ τὸ τῶν ὡρῶν πλῆθος καὶ τὴν συνέχειαν· ὁ δὲ μικρὸς πρὸς τὸν μέγα διπλασίονα τὴν ἐλάτ‐ τωσιν ἕξει διὰ τὸ εὐέξαπτον καὶ εὐδιαφόρητον τῆς χολῆς·
10πρὸς δέ γε τὸν μέσον ἡμιόλιον, διὰ τὸ τοῦ χυμοῦ ὠμότερόν τε καὶ δυςδιαφόρητον. Διὰ τοῦτο ὁ μὲν μηʹ. ὥρας κα‐ θέξει, ὡς ἀπεδείξαμεν, λέγω δὴ ὁ μέγας διὰ τὴν ἐπικράτειαν τοῦ φλέγματος· καὶ γὰρ ἡ ἔλλειψις, ἐπίτριτος καὶ τεταγμένη· ὁ δὲ πάλιν κδʹ. ὥρας· λέγω δὴ ὁ μικρὸς διὰ τὴν τῆς χολῆς
15ἐπικράτειαν· αὕτη γὰρ ὡς εὐέξαπτος, ἑτοιμότερον πέπτει τὰς ὕλας καὶ διαφορεῖ, καὶ διὰ τοῦτο ὁ μέγας ἡμιτριταῖος πρὸς τὸν μικρὸν ὑπερέχει διπλάσιος, πρὸς δὲ τὸν μέσον ἐπίτριτος, ὁ δὲ μέσος πρὸς τὸν ἐλάσσονα ἡμιόλιος ὑπάρξει. Καὶ οὕτω μὲν περὶ τῶν ὡρῶν. Ἀποροῦσι δέ τινες λέγοντες, ὅτι ἔστι δυνατὸν
20τὸν ἐφήμερον ὥρας δέκα ὀκτὼ κατέχειν, συνεχῆ ὄντα καὶ τῶν ἀγγείων ἐντὸς καὶ μηδόλως διάλειμμά τι ποιούμενον. Πρὸς οὓς φαμὲν, ὅτι εἰ καὶ συνεχὴς ἐστὶν, ἀλλ’ οὐ τὰ τοῦ διαλεί‐ ποντος κέκτηται ἰδιώματα· καὶ γὰρ καὶ ὁ συνεχὴς ὁμοίως τῷ διαλείποντι τὴν εἰςβολὴν ποιήσεται, πλὴν τοῦ ῥίγους καὶ τῆς
25περιψύξεως, καὶ τὰς ὥρας τεταγμένας φυλάξει· καὶ γὰρ καθ’ ἕκαστον παροξυσμὸν, καὶ ἀρχὴν λήψεται καὶ ἀνάβασιν καὶ ἀκ‐ μὴν καὶ παρακμήν. Καὶ ὥςπερ ἐστὶν ἐν ἐκείνοις τὸ διάλειμμα, οὕτως ἐν τούτοις ἡ ἔνδοσις καὶ ἡμιορεξία· ἐν τούτῳ γὰρ διαφέρει συνόχου· καὶ γὰρ ὁ σύνοχος ἀπ’ ἀρχῆς ἄχρι τέλους
30ἴσος ἐστὶν, ἢ ἐπακμαστικὸς, ἢ παρακμαστικός. Τοῦτο δὲ γί‐ νεται τῇ σήψει καὶ διαφορήσει· ὁ δέ γε ἐφήμερος ἐνδιδοὺς ὁ‐ ρᾶται καὶ παροξύνων καὶ τὰ οἰκεῖα τοῦ εἴδους φυλάττων ἰ‐ διώματα, ὡς ἐδείχθη ἐν τῇ περὶ διαφορᾶς πυρετῶν τοῦ Γα‐
ληνοῦ ἐξηγήσει.43

44

(1t)

(ναʹ.) Περὶ νόθου ἀμφημερινοῦ ἢ συμβεβηκότος.
2 Ἔστι δέ τις ἐν τούτῳ τῷ γένει ἕτερος πυρετὸς οὐ κυρίως, ἀλλὰ κατὰ συμβεβηκὸς, ὅστις τὸ τοῦ νόθου κεκλήρωται ὄνομα (νόθος γὰρ καὶ ὁ τοιοῦτος,) ὁμοίως τῷ τριταίῳ ἐφήμερος ὀνομά‐
5ζεται· περιττώματι δὲ καὶ οὗτος, οὐ φλεγματικῷ μόνῳ, ἀλλὰ καὶ ξανθοχολικῷ τὴν ὕπαρξιν ἔσχηκε· καὶ ἡ μὲν τοῦ φλέγ‐ ματος μᾶλλον, ἧττον δὲ ἡ τῆς χολῆς ποιότης ἐπικρατεῖ ἐν τούτῳ, καὶ διὰ τοῦτο πρᾳέστερος μὲν οὗτος τοῦ ὁμογενοῦς γε‐ γένηται.
10t(νβʹ.) Περὶ πεμπταίου πυρετοῦ. Διάγνωσις.
11 Φασὶ τῶν παλαιῶν οὐκ ὀλίγοι, ὡς καὶ πεμπταίου πυρετοῦ γεγέ‐ νηται σύστασις· καὶ τινὲς τούτων, ὧν εἷς ἐστὶ καὶ ὁ Ῥοῦφος, ἐν τῷ περὶ τεταρταίου οἰκείῳ λόγῳ γενόμενος, οὗτος ἱστορίαν τινὰ παραδίδοσι, θεατὴς γενέσθαι καὶ οὗτος αὐτῆς, λέγων· γυνή τις
15μετὰ μῆνας τοῦ τοκετοῦ τρεῖς, τεταρταίῳ ἑάλωκε. Μήπω δὲ τούτου ἀκμάσαντος, ἀλλὰ περὶ τὰς ἀρχὰς ἀναστρεφομένου διὰ πέμπτης παρώξυνε τὸ γύναιον, λέγω δὴ τοῦ τεταρταίου δύο διαλείποντος· οὗτος μετὰ τρεῖς εἰςβάλλων ἐφαίνετο, καὶ τοῦ‐ το ἐπὶ τρισὶ περιόδοις ἐφάνη γινόμενον· μετὰ ταῦτα δὲ ὁ πρῶ‐
20τος τὴν οἰκείαν φυλάττων τάξιν ἐφαίνετο. Ἀλλὰ καὶ ἑβδο‐ μαῖον ὁ τοιοῦτος ὑποτίθεται γίνεσθαι καὶ ἐνναταῖον Ῥωμαίῳ στρατηγῷ Συμμαντῷ (?) ὁ δέ γε Γαληνὸς οὐ μόνον ἱστορῆσαι ποτὲ φάσκει, ἀλλ’ οὐδὲ ὅλως γενέσθαι τοῦτο ὑποτίθεται.
24t(νγʹ.) Περὶ τεταρταίου νόθου, πῶς γίνεται.
25 Νόθον δὲ τεταρταῖον ὁμολογοῦμεν ἅπαντες γίνεσθαι, διὰ τὸ ἄκρατον ἐν τούτοις τὸν μελαγχολικὸν τυγχάνειν χυμόν· ἀλλ’ ἀναμέμικται τούτῳ καὶ χολῶδες τι περίττωμα, κᾂν τούτῳ τοῦ νοθεύεσθαι, ὅστις τοῦ ἀκριβῶς ῥᾷον πεπέφθαι δύναται· δύο δὲ
ἢ καὶ τρεῖς τεταρταῖοι ἐν τῷ αὐτῷ σώματι κατὰ τὸν αὐ‐44

45

τὸν χρόνον πεφύκασι γίνεσθαι· τοῦ περιττώματος δηλονότι τού‐ του ἕνα γεννήσαντος τρισσουμένου κατά τε τὸ ποιὸν καὶ τὸ ποσόν. Ἀλλ’ ἡ μὲν δύναμις τοῦ ποιοῦ, ἡ ἐν τῷ νοσήματι, ἐν τῇ ὕλῃ φαινομένη, οὐχ’ ὁμοτίμως τοῖς τρισὶ πεπεράτωται,
5ἀλλὰ μᾶλλον μὲν ἐν τῷ προκατάρξαντι φαίνεται, ἧττον δὲ ἐν τοῖς δυσί· καὶ διὰ τοῦτο σφοδροτέραν μὲν πρῶτος τὴν εἰς‐ βολὴν ποιούμενος φαίνεται, πρᾳεστέραν δέ πως οἱ λοιποί. Κα‐ θεκάστην μὲν γὰρ ὁ τοῖσδε τοῖς πυρετοῖς ἁλοὺς παροξυ‐ νόμενος, τοῖς πολλοῖς τῶν Ἰατρῶν ἐφημέρῳ ἑαλωκέναι κρι‐
10θήσεται· καὶ τούτων μᾶλλον, ὅσοις ἡ πεῖρα τοῦ λόγου διὰ σπουδῆς ἔχειν νενόμισται· οὐ μήν γε ἴσασιν ἀκριβῶς, ὡς οὐδ’ αὐτῇ τῇ τριβῇ ἀκριβέστερον ἐπεμβάλλουσιν, ἀλλὰ δοκοῦντες εἰ‐ δέναι, μηδὲν εἰδότες εὑρίσκονται.
14t(νδʹ.) Ποῖαι τῶν πυρετῶν ἐπιπλοκαὶ, καὶ ποῖαι ἑτερογενεῖς
15tκαὶ ποῖαι ὁμοειδεῖς καὶ ἑτεροειδεῖς.
16 Τῶν πυρετῶν ἐπιπλοκαὶ τῶν ἐπὶ σήψει, αἱ μὲν εἰσὶν ὁ‐ μογενεῖς, αἱ δὲ ἑτερογενεῖς· καὶ αἱ μὲν ὁμοειδεῖς τυγχάνουσι, αἱ δὲ ἑτεροειδεῖς. Ὁμογενεῖς μὲν οὖν εἰσὶν αἱ ἀπὸ τῆς αὐτῆς ὕλης συνιστάμεναι, τοὐτέστιν δύο τριταῖοι καὶ τρεῖς τριταῖοι
20καὶ πάλιν δύο ἀμφημερινοὶ καὶ τρεῖς ἀμφημερινοί· καὶ δύο τε‐ ταρταῖοι καὶ τρεῖς τεταρταῖοι· ἑτερογενεῖς δὲ, οἱ ἀπὸ ἄλλης καὶ ἄλλης ὕλης συνιστάμενοι, ὡς τρεῖς ἀμφημερινοὶ καὶ τριταῖος ἢ τεταρταῖος· ὁμοειδεῖς δὲ εἰσὶν οἱ διαλείποντες τοῖς διαλεί‐ πουσι, καὶ οἱ συνεχεῖς τοῖς συνεχέσι, καὶ οἱ συνεχεῖς τοῖς δια‐
25λείπουσιν. Ὅτ’ ἂν οὖν γένηται τριταῖος διαλείπων καὶ ἀμφημε‐ ρινὸς συνεχὴς, εὔδηλον ὅτι δύο γεγόνασι πυρετοὶ, καὶ οὗτοι τυγ‐ χάνουσι ἑτεροειδεῖς καὶ ἑτερογενεῖς· ἑτερογενεῖς μὲν, ὅτι ἀπὸ ἑ‐ τέρας καὶ ἑτέρας ὕλης ἐγένοντο· ἑτεροειδεῖς δὲ, ὅτι, ὃς μὲν δια‐ λείπων, ὃς δὲ συνεχής ἐστιν· ἐὰν δὲ ἀμφημερινὸς καὶ τριταῖος
30διαλείποντες γένωνται, δῆλον ὡς ἑτερογενεῖς μὲν εἰσὶν, ὅτι ἐκ διαφόρων ἐγένοντο χυμῶν· ὁμοειδεῖς δὲ, ὅτι ἀμφότεροι δια‐
λείποντες ἐγένοντο.45

46

(1t)

(νεʹ.) Τὰ ῥίγη πῶς προηγοῦνται, καὶ πῶς συνίστανται, καί τισιν
2tἕπονται.
3 Προηγοῦνται μὲν ἐπὶ τῶν διαλειπόντων καὶ διατὶ μὴ παντὶ ῥίγει ἕπεται πυρετός; ὅτι τὰ τοιαῦτα ῥίγη δι‐
5αίταις ἕπεται μοχθηραῖς, ἐμπιπλαμένων τῶν ἀνθρώπων καὶ διαιτουμένων ἀργῶς, πολλάκις δὲ καὶ λουομένων ἐπὶ τροφαῖς· ὅ‐ τι δὲ καὶ τῶν ἐδεσμάτων αἱ ποιότητες, ἐκ τῆς ψυχροτέρας τε καὶ φλεγματωδεστέρας εἰσὶ κράσεως, ἑτοιμοτάτοις ῥίγεσιν ἀνεκθερμάντοις οἱ χρώμενοι τούτοις ἁλίσκονται. Διατὶ ἐπὶ τῶν
10ὀξέως πυρεξάντων, φλύκταιναι ἀνὰ τὰ χείλη γίνονται. Ἰστέον ὅτι περ ἡ λύσις αὕτη ῥᾳδία ἐστί· καὶ γὰρ ἐν τοῖς πεμφυ‐ γώδεσι πυρετοῖς γίνονται, καὶ οὐκ ἐπὶ πάντων τῶν πυρετῶν τῶν ὀξέων· καί γε διὰ τὴν ἐπίτασιν τῆς θερμασίας αὗται γί‐
νονται.46